A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 141881 Westcott-Hort New Testament (WHNU)

14 και εγενετο εν τω ελθειν αυτον εις οικον τινος των αρχοντων [των] φαρισαιων σαββατω φαγειν αρτον και αυτοι ησαν παρατηρουμενοι αυτον

και ιδου ανθρωπος τις ην υδρωπικος εμπροσθεν αυτου

και αποκριθεις ο ιησους ειπεν προς τους νομικους και φαρισαιους λεγων εξεστιν τω σαββατω θεραπευσαι η ου

οι δε ησυχασαν και επιλαβομενος ιασατο αυτον και απελυσεν

και προς αυτους ειπεν τινος υμων υιος η βους εις φρεαρ πεσειται και ουκ ευθεως ανασπασει αυτον εν ημερα του σαββατου

και ουκ ισχυσαν ανταποκριθηναι προς ταυτα

ελεγεν δε προς τους κεκλημενους παραβολην επεχων πως τας πρωτοκλισιας εξελεγοντο λεγων προς αυτους

οταν κληθης υπο τινος εις γαμους μη κατακλιθης εις την πρωτοκλισιαν μηποτε εντιμοτερος σου η κεκλημενος υπ αυτου

και ελθων ο σε και αυτον καλεσας ερει σοι δος τουτω τοπον και τοτε αρξη μετα αισχυνης τον εσχατον τοπον κατεχειν

10 αλλ οταν κληθης πορευθεις αναπεσε εις τον εσχατον τοπον ινα οταν ελθη ο κεκληκως σε ερει σοι φιλε προσαναβηθι ανωτερον τοτε εσται σοι δοξα ενωπιον παντων των συνανακειμενων σοι

11 οτι πας ο υψων εαυτον ταπεινωθησεται και ο ταπεινων εαυτον υψωθησεται

12 ελεγεν δε και τω κεκληκοτι αυτον οταν ποιης αριστον η δειπνον μη φωνει τους φιλους σου μηδε τους αδελφους σου μηδε τους συγγενεις σου μηδε γειτονας πλουσιους μηποτε και αυτοι αντικαλεσωσιν σε και γενηται ανταποδομα σοι

13 αλλ οταν δοχην ποιης καλει πτωχους αναπειρους χωλους τυφλους

14 και μακαριος εση οτι ουκ εχουσιν ανταποδουναι σοι ανταποδοθησεται γαρ σοι εν τη αναστασει των δικαιων

15 ακουσας δε τις των συνανακειμενων ταυτα ειπεν αυτω μακαριος οστις φαγεται αρτον εν τη βασιλεια του θεου

16 ο δε ειπεν αυτω ανθρωπος τις εποιει δειπνον μεγα και εκαλεσεν πολλους

17 και απεστειλεν τον δουλον αυτου τη ωρα του δειπνου ειπειν τοις κεκλημενοις ερχεσθε οτι ηδη ετοιμα εστιν

18 και ηρξαντο απο μιας παντες παραιτεισθαι ο πρωτος ειπεν αυτω αγρον ηγορασα και εχω αναγκην εξελθων ιδειν αυτον ερωτω σε εχε με παρητημενον

19 και ετερος ειπεν ζευγη βοων ηγορασα πεντε και πορευομαι δοκιμασαι αυτα ερωτω σε εχε με παρητημενον

20 και ετερος ειπεν γυναικα εγημα και δια τουτο ου δυναμαι ελθειν

21 και παραγενομενος ο δουλος απηγγειλεν τω κυριω αυτου ταυτα τοτε οργισθεις ο οικοδεσποτης ειπεν τω δουλω αυτου εξελθε ταχεως εις τας πλατειας και ρυμας της πολεως και τους πτωχους και αναπειρους και τυφλους και χωλους εισαγαγε ωδε

22 και ειπεν ο δουλος κυριε γεγονεν ο επεταξας και ετι τοπος εστιν

23 και ειπεν ο κυριος προς τον δουλον εξελθε εις τας οδους και φραγμους και αναγκασον εισελθειν ινα γεμισθη μου ο οικος

24 λεγω γαρ υμιν οτι ουδεις των ανδρων εκεινων των κεκλημενων γευσεται μου του δειπνου

25 συνεπορευοντο δε αυτω οχλοι πολλοι και στραφεις ειπεν προς αυτους

26 ει τις ερχεται προς με και ου μισει τον πατερα εαυτου και την μητερα και την γυναικα και τα τεκνα και τους αδελφους και τας αδελφας ετι τε και την ψυχην εαυτου ου δυναται ειναι μου μαθητης

27 οστις ου βασταζει τον σταυρον εαυτου και ερχεται οπισω μου ου δυναται ειναι μου μαθητης

28 τις γαρ εξ υμων θελων πυργον οικοδομησαι ουχι πρωτον καθισας ψηφιζει την δαπανην ει εχει εις απαρτισμον

29 ινα μηποτε θεντος αυτου θεμελιον και μη ισχυοντος εκτελεσαι παντες οι θεωρουντες αρξωνται αυτω εμπαιζειν

30 λεγοντες οτι ουτος ο ανθρωπος ηρξατο οικοδομειν και ουκ ισχυσεν εκτελεσαι

31 η τις βασιλευς πορευομενος ετερω βασιλει συμβαλειν εις πολεμον ουχι καθισας πρωτον βουλευσεται ει δυνατος εστιν εν δεκα χιλιασιν υπαντησαι τω μετα εικοσι χιλιαδων ερχομενω επ αυτον

32 ει δε μη γε ετι αυτου πορρω οντος πρεσβειαν αποστειλας ερωτα προς ειρηνην

33 ουτως ουν πας εξ υμων ος ουκ αποτασσεται πασιν τοις εαυτου υπαρχουσιν ου δυναται ειναι μου μαθητης

34 καλον ουν το αλας εαν δε και το αλας μωρανθη εν τινι αρτυθησεται

35 ουτε εις γην ουτε εις κοπριαν ευθετον εστιν εξω βαλλουσιν αυτο ο εχων ωτα ακουειν ακουετω

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes