A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 121881 Westcott-Hort New Testament (WHNU)

12 εν οις επισυναχθεισων των μυριαδων του οχλου ωστε καταπατειν αλληλους ηρξατο λεγειν προς τους μαθητας αυτου πρωτον προσεχετε εαυτοις απο της ζυμης ητις εστιν υποκρισις των φαρισαιων

ουδεν δε συγκεκαλυμμενον εστιν ο ουκ αποκαλυφθησεται και κρυπτον ο ου γνωσθησεται

ανθ ων οσα εν τη σκοτια ειπατε εν τω φωτι ακουσθησεται και ο προς το ους ελαλησατε εν τοις ταμειοις κηρυχθησεται επι των δωματων

λεγω δε υμιν τοις φιλοις μου μη φοβηθητε απο των αποκτεινοντων το σωμα και μετα ταυτα μη εχοντων περισσοτερον τι ποιησαι

υποδειξω δε υμιν τινα φοβηθητε φοβηθητε τον μετα το αποκτειναι εχοντα εξουσιαν εμβαλειν εις την γεενναν ναι λεγω υμιν τουτον φοβηθητε

ουχι πεντε στρουθια πωλουνται ασσαριων δυο και εν εξ αυτων ουκ εστιν επιλελησμενον ενωπιον του θεου

αλλα και αι τριχες της κεφαλης υμων πασαι ηριθμηνται μη φοβεισθε πολλων στρουθιων διαφερετε

λεγω δε υμιν πας ος αν ομολογησει εν εμοι εμπροσθεν των ανθρωπων και ο υιος του ανθρωπου ομολογησει εν αυτω εμπροσθεν των αγγελων του θεου

ο δε αρνησαμενος με ενωπιον των ανθρωπων απαρνηθησεται ενωπιον των αγγελων του θεου

10 και πας ος ερει λογον εις τον υιον του ανθρωπου αφεθησεται αυτω τω δε εις το αγιον πνευμα βλασφημησαντι ουκ αφεθησεται

11 οταν δε εισφερωσιν υμας επι τας συναγωγας και τας αρχας και τας εξουσιας μη μεριμνησητε πως [η τι] απολογησησθε η τι ειπητε

12 το γαρ αγιον πνευμα διδαξει υμας εν αυτη τη ωρα α δει ειπειν

13 ειπεν δε τις εκ του οχλου αυτω διδασκαλε ειπε τω αδελφω μου μερισασθαι μετ εμου την κληρονομιαν

14 ο δε ειπεν αυτω ανθρωπε τις με κατεστησεν κριτην η μεριστην εφ υμας

15 ειπεν δε προς αυτους ορατε και φυλασσεσθε απο πασης πλεονεξιας οτι ουκ εν τω περισσευειν τινι η ζωη αυτου εστιν εκ των υπαρχοντων αυτω

16 ειπεν δε παραβολην προς αυτους λεγων ανθρωπου τινος πλουσιου ευφορησεν η χωρα

17 και διελογιζετο εν εαυτω λεγων τι ποιησω οτι ουκ εχω που συναξω τους καρπους μου

18 και ειπεν τουτο ποιησω καθελω μου τας αποθηκας και μειζονας οικοδομησω και συναξω εκει παντα τον σιτον και τα αγαθα μου

19 και ερω τη ψυχη μου ψυχη εχεις πολλα αγαθα [κειμενα εις ετη πολλα αναπαυου φαγε πιε] ευφραινου

20 ειπεν δε αυτω ο θεος αφρων ταυτη τη νυκτι την ψυχην σου αιτουσιν απο σου α δε ητοιμασας τινι εσται

21 [ουτως ο θησαυριζων εαυτω και μη εις θεον πλουτων]

22 ειπεν δε προς τους μαθητας [αυτου] δια τουτο λεγω υμιν μη μεριμνατε τη ψυχη τι φαγητε μηδε τω σωματι [υμων] τι ενδυσησθε

23 η γαρ ψυχη πλειον εστιν της τροφης και το σωμα του ενδυματος

24 κατανοησατε τους κορακας οτι ου σπειρουσιν ουδε θεριζουσιν οις ουκ εστιν ταμειον ουδε αποθηκη και ο θεος τρεφει αυτους ποσω μαλλον υμεις διαφερετε των πετεινων

25 τις δε εξ υμων μεριμνων δυναται επι την ηλικιαν αυτου προσθειναι πηχυν

26 ει ουν ουδε ελαχιστον δυνασθε τι περι των λοιπων μεριμνατε

27 κατανοησατε τα κρινα πως αυξανει ου κοπια ουδε νηθει λεγω δε υμιν ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ως εν τουτων

28 ει δε εν αγρω τον χορτον οντα σημερον και αυριον εις κλιβανον βαλλομενον ο θεος ουτως αμφιεζει ποσω μαλλον υμας ολιγοπιστοι

29 και υμεις μη ζητειτε τι φαγητε και τι πιητε και μη μετεωριζεσθε

30 ταυτα γαρ παντα τα εθνη του κοσμου επιζητουσιν υμων δε ο πατηρ οιδεν οτι χρηζετε τουτων

31 πλην ζητειτε την βασιλειαν αυτου και ταυτα προστεθησεται υμιν

32 μη φοβου το μικρον ποιμνιον οτι ευδοκησεν ο πατηρ υμων δουναι υμιν την βασιλειαν

33 πωλησατε τα υπαρχοντα υμων και δοτε ελεημοσυνην ποιησατε εαυτοις βαλλαντια μη παλαιουμενα θησαυρον ανεκλειπτον εν τοις ουρανοις οπου κλεπτης ουκ εγγιζει ουδε σης διαφθειρει

34 οπου γαρ εστιν ο θησαυρος υμων εκει και η καρδια υμων εσται

35 εστωσαν υμων αι οσφυες περιεζωσμεναι και οι λυχνοι καιομενοι

36 και υμεις ομοιοι ανθρωποις προσδεχομενοις τον κυριον εαυτων ποτε αναλυση εκ των γαμων ινα ελθοντος και κρουσαντος ευθεως ανοιξωσιν αυτω

37 μακαριοι οι δουλοι εκεινοι ους ελθων ο κυριος ευρησει γρηγορουντας αμην λεγω υμιν οτι περιζωσεται και ανακλινει αυτους και παρελθων διακονησει αυτοις

38 καν εν τη δευτερα καν εν τη τριτη φυλακη ελθη και ευρη ουτως μακαριοι εισιν εκεινοι

39 τουτο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτης ποια ωρα ο κλεπτης ερχεται εγρηγορησεν αν και ουκ αφηκεν διορυχθηναι τον οικον αυτου

40 και υμεις γινεσθε ετοιμοι οτι η ωρα ου δοκειτε ο υιος του ανθρωπου ερχεται

41 ειπεν δε ο πετρος κυριε προς ημας την παραβολην ταυτην λεγεις η και προς παντας

42 και ειπεν ο κυριος τις αρα εστιν ο πιστος οικονομος ο φρονιμος ον καταστησει ο κυριος επι της θεραπειας αυτου του διδοναι εν καιρω [το] σιτομετριον

43 μακαριος ο δουλος εκεινος ον ελθων ο κυριος αυτου ευρησει ποιουντα ουτως

44 αληθως λεγω υμιν οτι επι πασιν τοις υπαρχουσιν αυτου καταστησει αυτον

45 εαν δε ειπη ο δουλος εκεινος εν τη καρδια αυτου χρονιζει ο κυριος μου ερχεσθαι και αρξηται τυπτειν τους παιδας και τας παιδισκας εσθιειν τε και πινειν και μεθυσκεσθαι

46 ηξει ο κυριος του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει και διχοτομησει αυτον και το μερος αυτου μετα των απιστων θησει

47 εκεινος δε ο δουλος ο γνους το θελημα του κυριου αυτου και μη ετοιμασας η ποιησας προς το θελημα αυτου δαρησεται πολλας

48 ο δε μη γνους ποιησας δε αξια πληγων δαρησεται ολιγας παντι δε ω εδοθη πολυ πολυ ζητηθησεται παρ αυτου και ω παρεθεντο πολυ περισσοτερον αιτησουσιν αυτον

49 πυρ ηλθον βαλειν επι την γην και τι θελω ει ηδη ανηφθη

50 βαπτισμα δε εχω βαπτισθηναι και πως συνεχομαι εως οτου τελεσθη

51 δοκειτε οτι ειρηνην παρεγενομην δουναι εν τη γη ουχι λεγω υμιν αλλ η διαμερισμον

52 εσονται γαρ απο του νυν πεντε εν ενι οικω διαμεμερισμενοι τρεις επι δυσιν και δυο επι τρισιν

53 διαμερισθησονται πατηρ επι υιω και υιος επι πατρι μητηρ επι θυγατερα και θυγατηρ επι την μητερα πενθερα επι την νυμφην αυτης και νυμφη επι την πενθεραν

54 ελεγεν δε και τοις οχλοις οταν ιδητε νεφελην ανατελλουσαν επι δυσμων ευθεως λεγετε οτι ομβρος ερχεται και γινεται ουτως

55 και οταν νοτον πνεοντα λεγετε οτι καυσων εσται και γινεται

56 υποκριται το προσωπον της γης και του ουρανου οιδατε δοκιμαζειν τον καιρον δε τουτον πως ουκ οιδατε δοκιμαζειν

57 τι δε και αφ εαυτων ου κρινετε το δικαιον

58 ως γαρ υπαγεις μετα του αντιδικου σου επ αρχοντα εν τη οδω δος εργασιαν απηλλαχθαι [απ] αυτου μηποτε κατασυρη σε προς τον κριτην και ο κριτης σε παραδωσει τω πρακτορι και ο πρακτωρ σε βαλει εις φυλακην

59 λεγω σοι ου μη εξελθης εκειθεν εως και το εσχατον λεπτον αποδως

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes