A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 11881 Westcott-Hort New Testament (WHNU)

επειδηπερ πολλοι επεχειρησαν αναταξασθαι διηγησιν περι των πεπληροφορημενων εν ημιν πραγματων

καθως παρεδοσαν ημιν οι απ αρχης αυτοπται και υπηρεται γενομενοι του λογου

εδοξεν καμοι παρηκολουθηκοτι ανωθεν πασιν ακριβως καθεξης σοι γραψαι κρατιστε θεοφιλε

ινα επιγνως περι ων κατηχηθης λογων την ασφαλειαν

εγενετο εν ταις ημεραις ηρωδου βασιλεως της ιουδαιας ιερευς τις ονοματι ζαχαριας εξ εφημεριας αβια και γυνη αυτω εκ των θυγατερων ααρων και το ονομα αυτης ελισαβετ

ησαν δε δικαιοι αμφοτεροι εναντιον του θεου πορευομενοι εν πασαις ταις εντολαις και δικαιωμασιν του κυριου αμεμπτοι

και ουκ ην αυτοις τεκνον καθοτι ην [η] ελισαβετ στειρα και αμφοτεροι προβεβηκοτες εν ταις ημεραις αυτων ησαν

εγενετο δε εν τω ιερατευειν αυτον εν τη ταξει της εφημεριας αυτου εναντι του θεου

κατα το εθος της ιερατειας ελαχεν του θυμιασαι εισελθων εις τον ναον του κυριου

10 και παν το πληθος ην του λαου προσευχομενον εξω τη ωρα του θυμιαματος

11 ωφθη δε αυτω αγγελος κυριου εστως εκ δεξιων του θυσιαστηριου του θυμιαματος

12 και εταραχθη ζαχαριας ιδων και φοβος επεπεσεν επ αυτον

13 ειπεν δε προς αυτον ο αγγελος μη φοβου ζαχαρια διοτι εισηκουσθη η δεησις σου και η γυνη σου ελισαβετ γεννησει υιον σοι και καλεσεις το ονομα αυτου ιωαννην

14 και εσται χαρα σοι και αγαλλιασις και πολλοι επι τη γενεσει αυτου χαρησονται

15 εσται γαρ μεγας ενωπιον κυριου και οινον και σικερα ου μη πιη και πνευματος αγιου πλησθησεται ετι εκ κοιλιας μητρος αυτου

16 και πολλους των υιων ισραηλ επιστρεψει επι κυριον τον θεον αυτων

17 και αυτος προελευσεται ενωπιον αυτου εν πνευματι και δυναμει ηλιου επιστρεψαι καρδιας πατερων επι τεκνα και απειθεις εν φρονησει δικαιων ετοιμασαι κυριω λαον κατεσκευασμενον

18 και ειπεν ζαχαριας προς τον αγγελον κατα τι γνωσομαι τουτο εγω γαρ ειμι πρεσβυτης και η γυνη μου προβεβηκυια εν ταις ημεραις αυτης

19 και αποκριθεις ο αγγελος ειπεν αυτω εγω ειμι γαβριηλ ο παρεστηκως ενωπιον του θεου και απεσταλην λαλησαι προς σε και ευαγγελισασθαι σοι ταυτα

20 και ιδου εση σιωπων και μη δυναμενος λαλησαι αχρι ης ημερας γενηται ταυτα ανθ ων ουκ επιστευσας τοις λογοις μου οιτινες πληρωθησονται εις τον καιρον αυτων

21 και ην ο λαος προσδοκων τον ζαχαριαν και εθαυμαζον εν τω χρονιζειν εν τω ναω αυτον

22 εξελθων δε ουκ εδυνατο λαλησαι αυτοις και επεγνωσαν οτι οπτασιαν εωρακεν εν τω ναω και αυτος ην διανευων αυτοις και διεμενεν κωφος

23 και εγενετο ως επλησθησαν αι ημεραι της λειτουργιας αυτου απηλθεν εις τον οικον αυτου

24 μετα δε ταυτας τας ημερας συνελαβεν ελισαβετ η γυνη αυτου και περιεκρυβεν εαυτην μηνας πεντε λεγουσα

25 οτι ουτως μοι πεποιηκεν κυριος εν ημεραις αις επειδεν αφελειν ονειδος μου εν ανθρωποις

26 εν δε τω μηνι τω εκτω απεσταλη ο αγγελος γαβριηλ απο του θεου εις πολιν της γαλιλαιας η ονομα ναζαρεθ

27 προς παρθενον εμνηστευμενην ανδρι ω ονομα ιωσηφ εξ οικου δαυιδ και το ονομα της παρθενου μαριαμ

28 και εισελθων προς αυτην ειπεν χαιρε κεχαριτωμενη ο κυριος μετα σου

29 η δε επι τω λογω διεταραχθη και διελογιζετο ποταπος ειη ο ασπασμος ουτος

30 και ειπεν ο αγγελος αυτη μη φοβου μαριαμ ευρες γαρ χαριν παρα τω θεω

31 και ιδου συλλημψη εν γαστρι και τεξη υιον και καλεσεις το ονομα αυτου ιησουν

32 ουτος εσται μεγας και υιος υψιστου κληθησεται και δωσει αυτω κυριος ο θεος τον θρονον δαυιδ του πατρος αυτου

33 και βασιλευσει επι τον οικον ιακωβ εις τους αιωνας και της βασιλειας αυτου ουκ εσται τελος

34 ειπεν δε μαριαμ προς τον αγγελον πως εσται τουτο επει ανδρα ου γινωσκω

35 και αποκριθεις ο αγγελος ειπεν αυτη πνευμα αγιον επελευσεται επι σε και δυναμις υψιστου επισκιασει σοι διο και το γεννωμενον αγιον κληθησεται υιος θεου

36 και ιδου ελισαβετ η συγγενις σου και αυτη συνειληφεν υιον εν γηρει αυτης και ουτος μην εκτος εστιν αυτη τη καλουμενη στειρα

37 οτι ουκ αδυνατησει παρα του θεου παν ρημα

38 ειπεν δε μαριαμ ιδου η δουλη κυριου γενοιτο μοι κατα το ρημα σου και απηλθεν απ αυτης ο αγγελος

39 αναστασα δε μαριαμ εν ταις ημεραις ταυταις επορευθη εις την ορεινην μετα σπουδης εις πολιν ιουδα

40 και εισηλθεν εις τον οικον ζαχαριου και ησπασατο την ελισαβετ

41 και εγενετο ως ηκουσεν τον ασπασμον της μαριας η ελισαβετ εσκιρτησεν το βρεφος εν τη κοιλια αυτης και επλησθη πνευματος αγιου η ελισαβετ

42 και ανεφωνησεν κραυγη μεγαλη και ειπεν ευλογημενη συ εν γυναιξιν και ευλογημενος ο καρπος της κοιλιας σου

43 και ποθεν μοι τουτο ινα ελθη η μητηρ του κυριου μου προς εμε

44 ιδου γαρ ως εγενετο η φωνη του ασπασμου σου εις τα ωτα μου εσκιρτησεν εν αγαλλιασει το βρεφος εν τη κοιλια μου

45 και μακαρια η πιστευσασα οτι εσται τελειωσις τοις λελαλημενοις αυτη παρα κυριου

46 και ειπεν μαριαμ μεγαλυνει η ψυχη μου τον κυριον

47 και ηγαλλιασεν το πνευμα μου επι τω θεω τω σωτηρι μου

48 οτι επεβλεψεν επι την ταπεινωσιν της δουλης αυτου ιδου γαρ απο του νυν μακαριουσιν με πασαι αι γενεαι

49 οτι εποιησεν μοι μεγαλα ο δυνατος και αγιον το ονομα αυτου

50 και το ελεος αυτου εις γενεας και γενεας τοις φοβουμενοις αυτον

51 εποιησεν κρατος εν βραχιονι αυτου διεσκορπισεν υπερηφανους διανοια καρδιας αυτων

52 καθειλεν δυναστας απο θρονων και υψωσεν ταπεινους

53 πεινωντας ενεπλησεν αγαθων και πλουτουντας εξαπεστειλεν κενους

54 αντελαβετο ισραηλ παιδος αυτου μνησθηναι ελεους

55 καθως ελαλησεν προς τους πατερας ημων τω αβρααμ και τω σπερματι αυτου εις τον αιωνα

56 εμεινεν δε μαριαμ συν αυτη ως μηνας τρεις και υπεστρεψεν εις τον οικον αυτης

57 τη δε ελισαβετ επλησθη ο χρονος του τεκειν αυτην και εγεννησεν υιον

58 και ηκουσαν οι περιοικοι και οι συγγενεις αυτης οτι εμεγαλυνεν κυριος το ελεος αυτου μετ αυτης και συνεχαιρον αυτη

59 και εγενετο εν τη ημερα τη ογδοη ηλθον περιτεμειν το παιδιον και εκαλουν αυτο επι τω ονοματι του πατρος αυτου ζαχαριαν

60 και αποκριθεισα η μητηρ αυτου ειπεν ουχι αλλα κληθησεται ιωαννης

61 και ειπαν προς αυτην οτι ουδεις εστιν εκ της συγγενειας σου ος καλειται τω ονοματι τουτω

62 ενενευον δε τω πατρι αυτου το τι αν θελοι καλεισθαι αυτο

63 και αιτησας πινακιδιον εγραψεν λεγων ιωαννης εστιν ονομα αυτου και εθαυμασαν παντες

64 ανεωχθη δε το στομα αυτου παραχρημα και η γλωσσα αυτου και ελαλει ευλογων τον θεον

65 και εγενετο επι παντας φοβος τους περιοικουντας αυτους και εν ολη τη ορεινη της ιουδαιας διελαλειτο παντα τα ρηματα ταυτα

66 και εθεντο παντες οι ακουσαντες εν τη καρδια αυτων λεγοντες τι αρα το παιδιον τουτο εσται και γαρ χειρ κυριου ην μετ αυτου

67 και ζαχαριας ο πατηρ αυτου επλησθη πνευματος αγιου και επροφητευσεν λεγων

68 ευλογητος κυριος ο θεος του ισραηλ οτι επεσκεψατο και εποιησεν λυτρωσιν τω λαω αυτου

69 και ηγειρεν κερας σωτηριας ημιν εν οικω δαυιδ παιδος αυτου

70 καθως ελαλησεν δια στοματος των αγιων απ αιωνος προφητων αυτου

71 σωτηριαν εξ εχθρων ημων και εκ χειρος παντων των μισουντων ημας

72 ποιησαι ελεος μετα των πατερων ημων και μνησθηναι διαθηκης αγιας αυτου

73 ορκον ον ωμοσεν προς αβρααμ τον πατερα ημων του δουναι ημιν

74 αφοβως εκ χειρος εχθρων ρυσθεντας λατρευειν αυτω

75 εν οσιοτητι και δικαιοσυνη ενωπιον αυτου πασαις ταις ημεραις ημων

76 και συ δε παιδιον προφητης υψιστου κληθηση προπορευση γαρ ενωπιον κυριου ετοιμασαι οδους αυτου

77 του δουναι γνωσιν σωτηριας τω λαω αυτου εν αφεσει αμαρτιων αυτων

78 δια σπλαγχνα ελεους θεου ημων εν οις επισκεψεται ημας ανατολη εξ υψους

79 επιφαναι τοις εν σκοτει και σκια θανατου καθημενοις του κατευθυναι τους ποδας ημων εις οδον ειρηνης

80 το δε παιδιον ηυξανεν και εκραταιουτο πνευματι και ην εν ταις ερημοις εως ημερας αναδειξεως αυτου προς τον ισραηλ

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes