Add parallel Print Page Options

20 Καὶ ἐγένετο ἐν μιᾷ τῶν [a]ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ [b]ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, καὶ εἶπαν [c]λέγοντες πρὸς αὐτόν· Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς [d]κἀγὼ λόγον, καὶ εἴπατέ μοι· Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, [e]ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι· καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· [f]Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς. 10 [g]καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος [h]δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ [i]ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν. 11 καὶ προσέθετο [j]ἕτερον πέμψαι δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12 καὶ προσέθετο [k]τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως [l]τοῦτον ἐντραπήσονται. 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς [m]ἀλλήλους λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· [n]ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία· 15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; 16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· Μὴ γένοιτο. 17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; 18 πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν. 19 καὶ ἐζήτησαν οἱ [o]γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν [p]τὸν λαόν, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς [q]εἶπεν τὴν παραβολὴν ταύτην.

20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, [r]ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· 22 ἔξεστιν [s]ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ; 23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς [t]αὐτούς· 24 [u]Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; [v]ἀποκριθέντες δὲ εἶπαν· Καίσαρος. 25 ὁ δὲ εἶπεν [w]πρὸς αὐτούς· Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι [x]τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.

27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ [y]ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν 28 λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος [z]ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· 30 καὶ [aa]ὁ δεύτερος 31 καὶ ὁ τρίτος ἔλαβεν [ab]αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον· 32 ὕστερον [ac]καὶ ἡ γυνὴ ἀπέθανεν. 33 [ad]ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.

34 [ae]Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ [af]γαμίσκονται, 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε [ag]γαμίζονται· 36 [ah]οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί [ai]εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ [aj]καὶ θεὸν Ἰσαὰκ [ak]καὶ θεὸν Ἰακώβ· 38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν. 39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· Διδάσκαλε, καλῶς εἶπας· 40 οὐκέτι [al]γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.

41 Εἶπεν δὲ πρὸς αὐτούς· Πῶς λέγουσιν τὸν χριστὸν [am]εἶναι Δαυὶδ υἱόν; 42 [an]αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν· [ao]Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 44 Δαυὶδ οὖν [ap]αὐτὸν κύριον καλεῖ, καὶ πῶς [aq]αὐτοῦ υἱός ἐστιν;

45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς [ar]μαθηταῖς· 46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:1 ἡμερῶν WH Treg NIV ] + ἐκείνων RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:1 ἀρχιερεῖς WH Treg NIV ] ἱερεῖς RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:2 λέγοντες πρὸς αὐτόν WH NIV ] πρὸς αὐτόν λέγοντες RP; πρὸς αὐτόν Treg
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:3 κἀγὼ WH Treg NIV ] + ἕνα RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:6 ὁ λαὸς ἅπας WH Treg NIV ] πᾶς ὁ λαὸς RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:9 Ἄνθρωπος WH Treg NIV RP ] + τις NA
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:10 καὶ WH Treg NIV ] + ἐν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:10 δώσουσιν WH Treg NIV ] δῶσιν RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:10 ἐξαπέστειλαν αὐτὸν δείραντες WH NIV ] δείραντες αὐτὸν ἐξαπέστειλαν Treg RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:11 ἕτερον πέμψαι WH Treg NIV ] πέμψαι ἕτερον RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:12 τρίτον πέμψαι WH Treg NIV ] πέμψαι τρίτον RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:13 τοῦτον WH Treg NIV ] + ἰδόντες RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:14 ἀλλήλους WH Treg NIV ] ἑαυτούς RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:14 ἀποκτείνωμεν WH Treg NIV ] δεῦτε ἀποκτείνωμεν RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:19 γραμματεῖς καὶ οἱ ἀρχιερεῖς WH Treg NIV ] ἀρχιερεῖς καὶ οἱ γραμματεῖς RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:19 τὸν λαόν WH Treg NIV ] – RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:19 εἶπεν τὴν … ταύτην WH Treg NIV ] τὴν … ταύτην εἶπεν RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:20 ὥστε WH Treg NIV ] εἰς τὸ RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:22 ἡμᾶς WH Treg NIV ] ἡμῖν RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:23 αὐτούς WH Treg NIV ] + Τί με πειράζετε RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:24 Δείξατέ WH Treg NIV ] Ἐπιδείξατέ RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:24 ἀποκριθέντες Treg RP ] οἱ WH NIV
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:25 πρὸς αὐτούς Τοίνυν ἀπόδοτε WH Treg NIV ] αὐτοῖς Ἀπόδοτε τοίνυν RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:26 τοῦ WH ] αὐτοῦ Treg NIV RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:27 ἀντιλέγοντες NIV RP ] λέγοντες WH Treg
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:28 WH Treg NIV ] ἀποθάνῃ RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:30 ὁ δεύτερος WH Treg NIV ] ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα καὶ οὑτὸς ἀπέθανεν ἄτεκνος RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:31 αὐτήν WH Treg NIV ] + ὡσαύτως RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:32 καὶ ἡ γυνὴ ἀπέθανεν WH Treg NIV ] δὲ πάντων ἀπέθανεν καὶ ἡ γυνή RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:33 ἡ γυνὴ οὖν ἐν τῇ WH NIV ] ἐν τῇ οὖν Treg RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:34 Καὶ WH Treg NIV ] + ἀποκριθεὶς RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:34 γαμίσκονται WH Treg NIV ] ἐκγαμίσκονται RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:35 γαμίζονται WH Treg NIV ] ἐκγαμίζονται RP
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:36 οὐδὲ WH Treg NIV ] οὔτε RP
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:36 εἰσιν WH Treg NIV ] + τοῦ RP
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:37 *καὶ WH Treg NIV ] + τὸν RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:37 *καὶ WH Treg NIV ] + τὸν RP
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:40 γὰρ WH Treg NIV ] δὲ RP
  39. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:41 εἶναι Δαυὶδ υἱόν WH NIV ] υἱὸν Δαυὶδ εἶναι Treg RP
  40. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:42 αὐτὸς γὰρ WH NIV ] καὶ αὐτὸς Treg RP
  41. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:42 Εἶπεν WH Treg NIV ] + ὁ RP
  42. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:44 αὐτὸν κύριον WH Treg ] κύριον αὐτὸν NIV RP
  43. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:44 αὐτοῦ υἱός WH Treg NIV ] υἱὸς αὐτοῦ RP
  44. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:45 μαθηταῖς WH Treg NIV ] + αὐτοῦ RP NA

20 και εγενετο εν μια των ημερων εκεινων διδασκοντος αυτου τον λαον εν τω ιερω και ευαγγελιζομενου επεστησαν οι αρχιερεις και οι γραμματεις συν τοις πρεσβυτεροις

και ειπον προς αυτον λεγοντες ειπε ημιν εν ποια εξουσια ταυτα ποιεις η τις εστιν ο δους σοι την εξουσιαν ταυτην

αποκριθεις δε ειπεν προς αυτους ερωτησω υμας καγω ενα λογον και ειπατε μοι

το βαπτισμα ιωαννου εξ ουρανου ην η εξ ανθρωπων

οι δε συνελογισαντο προς εαυτους λεγοντες οτι εαν ειπωμεν εξ ουρανου ερει διατι ουν ουκ επιστευσατε αυτω

εαν δε ειπωμεν εξ ανθρωπων πας ο λαος καταλιθασει ημας πεπεισμενος γαρ εστιν ιωαννην προφητην ειναι

και απεκριθησαν μη ειδεναι ποθεν

και ο ιησους ειπεν αυτοις ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω

ηρξατο δε προς τον λαον λεγειν την παραβολην ταυτην ανθρωπος τις εφυτευσεν αμπελωνα και εξεδοτο αυτον γεωργοις και απεδημησεν χρονους ικανους

10 και εν καιρω απεστειλεν προς τους γεωργους δουλον ινα απο του καρπου του αμπελωνος δωσιν αυτω οι δε γεωργοι δειραντες αυτον εξαπεστειλαν κενον

11 και προσεθετο πεμψαι ετερον δουλον οι δε κακεινον δειραντες και ατιμασαντες εξαπεστειλαν κενον

12 και προσεθετο πεμψαι τριτον οι δε και τουτον τραυματισαντες εξεβαλον

13 ειπεν δε ο κυριος του αμπελωνος τι ποιησω πεμψω τον υιον μου τον αγαπητον ισως τουτον ιδοντες εντραπησονται

14 ιδοντες δε αυτον οι γεωργοι διελογιζοντο προς εαυτους λεγοντες ουτος εστιν ο κληρονομος δευτε αποκτεινωμεν αυτον ινα ημων γενηται η κληρονομια

15 και εκβαλοντες αυτον εξω του αμπελωνος απεκτειναν τι ουν ποιησει αυτοις ο κυριος του αμπελωνος

16 ελευσεται και απολεσει τους γεωργους τουτους και δωσει τον αμπελωνα αλλοις ακουσαντες δε ειπον μη γενοιτο

17 ο δε εμβλεψας αυτοις ειπεν τι ουν εστιν το γεγραμμενον τουτο λιθον ον απεδοκιμασαν οι οικοδομουντες ουτος εγενηθη εις κεφαλην γωνιας

18 πας ο πεσων επ εκεινον τον λιθον συνθλασθησεται εφ ον δ αν πεση λικμησει αυτον

19 και εζητησαν οι αρχιερεις και οι γραμματεις επιβαλειν επ αυτον τας χειρας εν αυτη τη ωρα και εφοβηθησαν τον λαον εγνωσαν γαρ οτι προς αυτους την παραβολην ταυτην ειπεν

20 και παρατηρησαντες απεστειλαν εγκαθετους υποκρινομενους εαυτους δικαιους ειναι ινα επιλαβωνται αυτου λογου εις το παραδουναι αυτον τη αρχη και τη εξουσια του ηγεμονος

21 και επηρωτησαν αυτον λεγοντες διδασκαλε οιδαμεν οτι ορθως λεγεις και διδασκεις και ου λαμβανεις προσωπον αλλ επ αληθειας την οδον του θεου διδασκεις

22 εξεστιν ημιν καισαρι φορον δουναι η ου

23 κατανοησας δε αυτων την πανουργιαν ειπεν προς αυτους τι με πειραζετε

24 επιδειξατε μοι δηναριον τινος εχει εικονα και επιγραφην αποκριθεντες δε ειπον καισαρος

25 ο δε ειπεν αυτοις αποδοτε τοινυν τα καισαρος καισαρι και τα του θεου τω θεω

26 και ουκ ισχυσαν επιλαβεσθαι αυτου ρηματος εναντιον του λαου και θαυμασαντες επι τη αποκρισει αυτου εσιγησαν

27 προσελθοντες δε τινες των σαδδουκαιων οι αντιλεγοντες αναστασιν μη ειναι επηρωτησαν αυτον

28 λεγοντες διδασκαλε μωσης εγραψεν ημιν εαν τινος αδελφος αποθανη εχων γυναικα και ουτος ατεκνος αποθανη ινα λαβη ο αδελφος αυτου την γυναικα και εξαναστηση σπερμα τω αδελφω αυτου

29 επτα ουν αδελφοι ησαν και ο πρωτος λαβων γυναικα απεθανεν ατεκνος

30 και ελαβεν ο δευτερος την γυναικα και ουτος απεθανεν ατεκνος

31 και ο τριτος ελαβεν αυτην ωσαυτως δε και οι επτα ου κατελιπον τεκνα και απεθανον

32 υστερον δε παντων απεθανεν και η γυνη

33 εν τη ουν αναστασει τινος αυτων γινεται γυνη οι γαρ επτα εσχον αυτην γυναικα

34 και αποκριθεις ειπεν αυτοις ο ιησους οι υιοι του αιωνος τουτου γαμουσιν και εκγαμισκονται

35 οι δε καταξιωθεντες του αιωνος εκεινου τυχειν και της αναστασεως της εκ νεκρων ουτε γαμουσιν ουτε εκγαμισκονται

36 ουτε γαρ αποθανειν ετι δυνανται ισαγγελοι γαρ εισιν και υιοι εισιν του θεου της αναστασεως υιοι οντες

37 οτι δε εγειρονται οι νεκροι και μωσης εμηνυσεν επι της βατου ως λεγει κυριον τον θεον αβρααμ και τον θεον ισαακ και τον θεον ιακωβ

38 θεος δε ουκ εστιν νεκρων αλλα ζωντων παντες γαρ αυτω ζωσιν

39 αποκριθεντες δε τινες των γραμματεων ειπον διδασκαλε καλως ειπας

40 ουκετι δε ετολμων επερωταν αυτον ουδεν

41 ειπεν δε προς αυτους πως λεγουσιν τον χριστον υιον δαβιδ ειναι

42 και αυτος δαβιδ λεγει εν βιβλω ψαλμων ειπεν ο κυριος τω κυριω μου καθου εκ δεξιων μου

43 εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου

44 δαβιδ ουν κυριον αυτον καλει και πως υιος αυτου εστιν

45 ακουοντος δε παντος του λαου ειπεν τοις μαθηταις αυτου

46 προσεχετε απο των γραμματεων των θελοντων περιπατειν εν στολαις και φιλουντων ασπασμους εν ταις αγοραις και πρωτοκαθεδριας εν ταις συναγωγαις και πρωτοκλισιας εν τοις δειπνοις

47 οι κατεσθιουσιν τας οικιας των χηρων και προφασει μακρα προσευχονται ουτοι ληψονται περισσοτερον κριμα