A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21SBL Greek New Testament (SBLGNT)

21 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν [a]ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν· λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ [b]πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.

Πρωΐας δὲ ἤδη [c]γενομένης [d]ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. λέγει οὖν αὐτοῖς [e]ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ. ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι [f]ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.

Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. 10 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 ἀνέβη [g]οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον [h]εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. οὐδεὶς [i]δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. 13 [j]ἔρχεται [k]ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14 τοῦτο ἤδη τρίτον ἐφανερώθη [l]ὁ Ἰησοῦς τοῖς [m]μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν.

15 Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων [n]Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. 16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων [o]Ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. 17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων [p]Ἰωάννου, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ [q]εἶπεν αὐτῷ· Κύριε, [r]πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ [s]ὁ Ἰησοῦς· Βόσκε τὰ [t]πρόβατά μου. 18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος [u]σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις. 19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι.

20 [v]Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21 τοῦτον [w]οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ [x]μοι ἀκολούθει. 23 ἐξῆλθεν οὖν [y]οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. [z]οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλ’· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;

24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ [aa]ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς [ab]αὐτοῦ ἡ μαρτυρία ἐστίν. 25 ἔστιν δὲ καὶ ἄλλα πολλὰ [ac]ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδ’ αὐτὸν οἶμαι τὸν κόσμον [ad]χωρήσειν τὰ γραφόμενα [ae]βιβλία.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:1 NIV RP ] – WH Treg
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:3 πλοῖον WH Treg NIV ] + εὐθύς RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:4 γενομένης NIV RP ] γινομένης WH Treg
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:4 ἔστη WH Treg NIV ] + ὁ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:5 Treg NIV RP ] – WH
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:6 ἴσχυον WH Treg NIV ] ἴσχυσαν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:11 οὖν WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:11 εἰς τὴν γῆν WH Treg NIV ] ἐπὶ τῆς γῆς RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:12 δὲ Treg NIV RP ] – WH
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:13 ἔρχεται WH Treg NIV ] + οὖν RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:13 RP ] – WH Treg NIV
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:14 RP ] – WH Treg NIV
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:14 μαθηταῖς WH Treg NIV ] + αὐτοῦ RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:15 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:16 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 εἶπεν WH Treg RP ] λέγει NIV
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 πάντα σὺ WH Treg NIV ] σὺ πάντα RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 NIV RP ] – WH Treg
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 πρόβατά WH NIV RP ] προβάτιά Treg
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:18 σε ζώσει NIV RP ] ζώσει σε WH Treg
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:20 Ἐπιστραφεὶς WH Treg NIV ] + δὲ RP
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:21 οὖν WH Treg NIV ] – RP
  24. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:22 μοι ἀκολούθει WH Treg NIV ] ἀκολούθει μοι RP
  25. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:23 οὗτος ὁ λόγος WH Treg NIV ] ὁ λόγος οὗτος RP
  26. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:23 οὐκ εἶπεν δὲ WH Treg NIV ] καὶ οὐκ εἶπεν RP
  27. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:24 WH Treg NIV ] – RP
  28. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:24 αὐτοῦ ἡ μαρτυρία ἐστίν WH Treg NIV ] ἐστίν ἡ μαρτυρία αὐτοῦ RP
  29. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:25 WH Treg NIV ] ὅσα RP
  30. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:25 χωρήσειν WH Treg ] χωρῆσαι NIV RP
  31. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:25 βιβλία WH Treg NIV ] + Ἀμήν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes