A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 151881 Westcott-Hort New Testament (WHNU)

15 εγω ειμι η αμπελος η αληθινη και ο πατηρ μου ο γεωργος εστιν

παν κλημα εν εμοι μη φερον καρπον αιρει αυτο και παν το καρπον φερον καθαιρει αυτο ινα καρπον πλειονα φερη

ηδη υμεις καθαροι εστε δια τον λογον ον λελαληκα υμιν

μεινατε εν εμοι καγω εν υμιν καθως το κλημα ου δυναται καρπον φερειν αφ εαυτου εαν μη μενη εν τη αμπελω ουτως ουδε υμεις εαν μη εν εμοι μενητε

εγω ειμι η αμπελος υμεις τα κληματα ο μενων εν εμοι καγω εν αυτω ουτος φερει καρπον πολυν οτι χωρις εμου ου δυνασθε ποιειν ουδεν

εαν μη τις μενη εν εμοι εβληθη εξω ως το κλημα και εξηρανθη και συναγουσιν αυτα και εις το πυρ βαλλουσιν και καιεται

εαν μεινητε εν εμοι και τα ρηματα μου εν υμιν μεινη ο εαν θελητε αιτησασθε και γενησεται υμιν

εν τουτω εδοξασθη ο πατηρ μου ινα καρπον πολυν φερητε και γενησθε εμοι μαθηται

καθως ηγαπησεν με ο πατηρ καγω υμας ηγαπησα μεινατε εν τη αγαπη τη εμη

10 εαν τας εντολας μου τηρησητε μενειτε εν τη αγαπη μου καθως εγω του πατρος τας εντολας τετηρηκα και μενω αυτου εν τη αγαπη

11 ταυτα λελαληκα υμιν ινα η χαρα η εμη εν υμιν η και η χαρα υμων πληρωθη

12 αυτη εστιν η εντολη η εμη ινα αγαπατε αλληλους καθως ηγαπησα υμας

13 μειζονα ταυτης αγαπην ουδεις εχει ινα τις την ψυχην αυτου θη υπερ των φιλων αυτου

14 υμεις φιλοι μου εστε εαν ποιητε ο εγω εντελλομαι υμιν

15 ουκετι λεγω υμας δουλους οτι ο δουλος ουκ οιδεν τι ποιει αυτου ο κυριος υμας δε ειρηκα φιλους οτι παντα α ηκουσα παρα του πατρος μου εγνωρισα υμιν

16 ουχ υμεις με εξελεξασθε αλλ εγω εξελεξαμην υμας και εθηκα υμας ινα υμεις υπαγητε και καρπον φερητε και ο καρπος υμων μενη ινα ο τι αν αιτησητε τον πατερα εν τω ονοματι μου δω υμιν

17 ταυτα εντελλομαι υμιν ινα αγαπατε αλληλους

18 ει ο κοσμος υμας μισει γινωσκετε οτι εμε πρωτον υμων μεμισηκεν

19 ει εκ του κοσμου ητε ο κοσμος αν το ιδιον εφιλει οτι δε εκ του κοσμου ουκ εστε αλλ εγω εξελεξαμην υμας εκ του κοσμου δια τουτο μισει υμας ο κοσμος

20 μνημονευετε του λογου ου εγω ειπον υμιν ουκ εστιν δουλος μειζων του κυριου αυτου ει εμε εδιωξαν και υμας διωξουσιν ει τον λογον μου ετηρησαν και τον υμετερον τηρησουσιν

21 αλλα ταυτα παντα ποιησουσιν εις υμας δια το ονομα μου οτι ουκ οιδασιν τον πεμψαντα με

22 ει μη ηλθον και ελαλησα αυτοις αμαρτιαν ουκ ειχοσαν νυν δε προφασιν ουκ εχουσιν περι της αμαρτιας αυτων

23 ο εμε μισων και τον πατερα μου μισει

24 ει τα εργα μη εποιησα εν αυτοις α ουδεις αλλος εποιησεν αμαρτιαν ουκ ειχοσαν νυν δε και εωρακασιν και μεμισηκασιν και εμε και τον πατερα μου

25 αλλ ινα πληρωθη ο λογος ο εν τω νομω αυτων γεγραμμενος οτι εμισησαν με δωρεαν

26 οταν ελθη ο παρακλητος ον εγω πεμψω υμιν παρα του πατρος το πνευμα της αληθειας ο παρα του πατρος εκπορευεται εκεινος μαρτυρησει περι εμου

27 και υμεις δε μαρτυρειτε οτι απ αρχης μετ εμου εστε

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes