A A A A A
Bible Book List

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 71881 Westcott-Hort New Testament (WHNU)

μετα τουτο ειδον τεσσαρας αγγελους εστωτας επι τας τεσσαρας γωνιας της γης κρατουντας τους τεσσαρας ανεμους της γης ινα μη πνεη ανεμος επι της γης μητε επι της θαλασσης μητε επι παν δενδρον

και ειδον αλλον αγγελον αναβαινοντα απο ανατολης ηλιου εχοντα σφραγιδα θεου ζωντος και εκραξεν φωνη μεγαλη τοις τεσσαρσιν αγγελοις οις εδοθη αυτοις αδικησαι την γην και την θαλασσαν

λεγων μη αδικησητε την γην μητε την θαλασσαν μητε τα δενδρα αχρι σφραγισωμεν τους δουλους του θεου ημων επι των μετωπων αυτων

και ηκουσα τον αριθμον των εσφραγισμενων εκατον τεσσερακοντα τεσσαρες χιλιαδες εσφραγισμενοι εκ πασης φυλης υιων ισραηλ

εκ φυλης ιουδα δωδεκα χιλιαδες εσφραγισμενοι εκ φυλης ρουβην δωδεκα χιλιαδες εκ φυλης γαδ δωδεκα χιλιαδες

εκ φυλης ασηρ δωδεκα χιλιαδες εκ φυλης νεφθαλιμ δωδεκα χιλιαδες εκ φυλης μανασση δωδεκα χιλιαδες

εκ φυλης συμεων δωδεκα χιλιαδες εκ φυλης λευι δωδεκα χιλιαδες εκ φυλης ισσαχαρ δωδεκα χιλιαδες

εκ φυλης ζαβουλων δωδεκα χιλιαδες εκ φυλης ιωσηφ δωδεκα χιλιαδες εκ φυλης βενιαμιν δωδεκα χιλιαδες εσφραγισμενοι

μετα ταυτα ειδον και ιδου οχλος πολυς ον αριθμησαι αυτον ουδεις εδυνατο εκ παντος εθνους και φυλων και λαων και γλωσσων εστωτες ενωπιον του θρονου και ενωπιον του αρνιου περιβεβλημενους στολας λευκας και φοινικες εν ταις χερσιν αυτων

10 και κραζουσιν φωνη μεγαλη λεγοντες η σωτηρια τω θεω ημων τω καθημενω επι τω θρονω και τω αρνιω

11 και παντες οι αγγελοι ειστηκεισαν κυκλω του θρονου και των πρεσβυτερων και των τεσσαρων ζωων και επεσαν ενωπιον του θρονου επι τα προσωπα αυτων και προσεκυνησαν τω θεω

12 λεγοντες αμην η ευλογια και η δοξα και η σοφια και η ευχαριστια και η τιμη και η δυναμις και η ισχυς τω θεω ημων εις τους αιωνας των αιωνων [αμην]

13 και απεκριθη εις εκ των πρεσβυτερων λεγων μοι ουτοι οι περιβεβλημενοι τας στολας τας λευκας τινες εισιν και ποθεν ηλθον

14 και ειρηκα αυτω κυριε μου συ οιδας και ειπεν μοι ουτοι εισιν οι ερχομενοι εκ της θλιψεως της μεγαλης και επλυναν τας στολας αυτων και ελευκαναν αυτας εν τω αιματι του αρνιου

15 δια τουτο εισιν ενωπιον του θρονου του θεου και λατρευουσιν αυτω ημερας και νυκτος εν τω ναω αυτου και ο καθημενος επι του θρονου σκηνωσει επ αυτους

16 ου πεινασουσιν ετι ουδε διψησουσιν ετι ουδε μη πεση επ αυτους ο ηλιος ουδε παν καυμα

17 οτι το αρνιον το ανα μεσον του θρονου ποιμανει αυτους και οδηγησει αυτους επι ζωης πηγας υδατων και εξαλειψει ο θεος παν δακρυον εκ των οφθαλμων αυτων

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes