A A A A A
Bible Book List

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7SBL Greek New Testament (SBLGNT)

[a]Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ [b]πᾶν δένδρον. καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων· Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, [c]ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.

Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, [d]ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, [e]ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·

ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες [f]ἐσφραγισμένοι,

ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες,

ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες,

ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες,

ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες,

ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες [g]ἐσφραγισμένοι.

Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι [h]αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, [i]ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ [j]φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν· 10 καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ. 11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, 12 λέγοντες· Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον; 14 καὶ [k]εἴρηκα αὐτῷ· Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι· Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν [l]αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου. 15 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ καθήμενος ἐπὶ [m]τοῦ θρόνου σκηνώσει ἐπ’ αὐτούς. 16 οὐ πεινάσουσιν ἔτι [n]οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ’ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα, 17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου [o]ποιμανεῖ αὐτούς, καὶ [p]ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.

Footnotes:

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:1 Μετὰ WH NIV ] Καὶ μετὰ Treg RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:1 πᾶν WH NIV ] τι Treg RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:3 ἄχρι WH Treg NIV ] + οὗ RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:4 ἑκατὸν WH Treg NIV ] + καὶ RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:4 ἐσφραγισμένοι WH Treg NIV ] ἐσφραγισμένων RP
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:5 ἐσφραγισμένοι WH Treg NIV ] ἐσφραγισμέναι RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:8 ἐσφραγισμένοι WH Treg NIV ] ἐσφραγισμέναι RP
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:9 αὐτὸν WH Treg NIV ] – RP
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:9 ἑστῶτες WH Treg NIV ] ἑστώτας RP
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:9 φοίνικες WH Treg NIV ] φοίνικας RP
  11. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:14 εἴρηκα WH Treg NIV ] εἶπον RP
  12. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:14 αὐτὰς WH Treg NIV ] – RP
  13. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:15 τοῦ θρόνου WH Treg NIV ] τῷ θρόνῳ RP
  14. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:16 οὐδὲ WH Treg NIV ] οὐδ᾽ οὐ RP
  15. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:17 ποιμανεῖ WH Treg NIV ] ποιμαίνει RP
  16. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:17 ὁδηγήσει WH Treg NIV ] ὁδηγεῖ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes