Add parallel Print Page Options

και ειδον επι την δεξιαν του καθημενου επι του θρονου βιβλιον γεγραμμενον εσωθεν και οπισθεν κατεσφραγισμενον σφραγισιν επτα

και ειδον αγγελον ισχυρον κηρυσσοντα εν φωνη μεγαλη τις αξιος ανοιξαι το βιβλιον και λυσαι τας σφραγιδας αυτου

και ουδεις εδυνατο εν τω ουρανω ουδε επι της γης ουδε υποκατω της γης ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο

και [εγω] εκλαιον πολυ οτι ουδεις αξιος ευρεθη ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο

και εις εκ των πρεσβυτερων λεγει μοι μη κλαιε ιδου ενικησεν ο λεων ο εκ της φυλης ιουδα η ριζα δαυιδ ανοιξαι το βιβλιον και τας επτα σφραγιδας αυτου

και ειδον εν μεσω του θρονου και των τεσσαρων ζωων και εν μεσω των πρεσβυτερων αρνιον εστηκος ως εσφαγμενον εχων κερατα επτα και οφθαλμους επτα οι εισιν τα [επτα] πνευματα του θεου απεσταλμενοι εις πασαν την γην

και ηλθεν και ειληφεν εκ της δεξιας του καθημενου επι του θρονου

και οτε ελαβεν το βιβλιον τα τεσσαρα ζωα και οι εικοσι τεσσαρες πρεσβυτεροι επεσαν ενωπιον του αρνιου εχοντες εκαστος κιθαραν και φιαλας χρυσας γεμουσας θυμιαματων αι εισιν αι προσευχαι των αγιων

και αδουσιν ωδην καινην λεγοντες αξιος ει λαβειν το βιβλιον και ανοιξαι τας σφραγιδας αυτου οτι εσφαγης και ηγορασας τω θεω εν τω αιματι σου εκ πασης φυλης και γλωσσης και λαου και εθνους

10 και εποιησας αυτους τω θεω ημων βασιλειαν και ιερεις και βασιλευουσιν επι της γης

11 και ειδον και ηκουσα φωνην αγγελων πολλων κυκλω του θρονου και των ζωων και των πρεσβυτερων και ην ο αριθμος αυτων μυριαδες μυριαδων και χιλιαδες χιλιαδων

12 λεγοντες φωνη μεγαλη αξιον εστιν το αρνιον το εσφαγμενον λαβειν την δυναμιν και πλουτον και σοφιαν και ισχυν και τιμην και δοξαν και ευλογιαν

13 και παν κτισμα ο εν τω ουρανω και επι της γης και υποκατω της γης και επι της θαλασσης [εστιν] και τα εν αυτοις παντα ηκουσα λεγοντας τω καθημενω επι του θρονου και τω αρνιω η ευλογια και η τιμη και η δοξα και το κρατος εις τους αιωνας των αιωνων

14 και τα τεσσαρα ζωα ελεγον αμην και οι πρεσβυτεροι επεσαν και προσεκυνησαν

Bible Gateway Sponsors