A A A A A
Bible Book List

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 41881 Westcott-Hort New Testament (WHNU)

μετα ταυτα ειδον και ιδου θυρα ηνεωγμενη εν τω ουρανω και η φωνη η πρωτη ην ηκουσα ως σαλπιγγος λαλουσης μετ εμου λεγων αναβα ωδε και δειξω σοι α δει γενεσθαι μετα ταυτα

ευθεως εγενομην εν πνευματι και ιδου θρονος εκειτο εν τω ουρανω και επι τον θρονον καθημενος

και ο καθημενος ομοιος ορασει λιθω ιασπιδι και σαρδιω και ιρις κυκλοθεν του θρονου ομοιος ορασει σμαραγδινω

και κυκλοθεν του θρονου θρονοι εικοσι τεσσαρες και επι τους θρονους εικοσι τεσσαρας πρεσβυτερους καθημενους περιβεβλημενους ιματιοις λευκοις και επι τας κεφαλας αυτων στεφανους χρυσους

και εκ του θρονου εκπορευονται αστραπαι και φωναι και βρονται και επτα λαμπαδες πυρος καιομεναι ενωπιον του θρονου α εισιν τα επτα πνευματα του θεου

και ενωπιον του θρονου ως θαλασσα υαλινη ομοια κρυσταλλω και εν μεσω του θρονου και κυκλω του θρονου τεσσαρα ζωα γεμοντα οφθαλμων εμπροσθεν και οπισθεν

και το ζωον το πρωτον ομοιον λεοντι και το δευτερον ζωον ομοιον μοσχω και το τριτον ζωον εχων το προσωπον ως ανθρωπου και το τεταρτον ζωον ομοιον αετω πετομενω

και τα τεσσαρα ζωα εν καθ εν αυτων εχων ανα πτερυγας εξ κυκλοθεν και εσωθεν γεμουσιν οφθαλμων και αναπαυσιν ουκ εχουσιν ημερας και νυκτος λεγοντες αγιος αγιος αγιος κυριος ο θεος ο παντοκρατωρ ο ην και ο ων και ο ερχομενος

και οταν δωσουσιν τα ζωα δοξαν και τιμην και ευχαριστιαν τω καθημενω επι του θρονου τω ζωντι εις τους αιωνας των αιωνων

10 πεσουνται οι εικοσι τεσσαρες πρεσβυτεροι ενωπιον του καθημενου επι του θρονου και προσκυνησουσιν τω ζωντι εις τους αιωνας των αιωνων και βαλουσιν τους στεφανους αυτων ενωπιον του θρονου λεγοντες

11 αξιος ει ο κυριος και ο θεος ημων λαβειν την δοξαν και την τιμην και την δυναμιν οτι συ εκτισας τα παντα και δια το θελημα σου ησαν και εκτισθησαν

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes