A A A A A
Bible Book List

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 221881 Westcott-Hort New Testament (WHNU)

22 και εδειξεν μοι ποταμον υδατος ζωης λαμπρον ως κρυσταλλον εκπορευομενον εκ του θρονου του θεου και του αρνιου

εν μεσω της πλατειας αυτης και του ποταμου εντευθεν και εκειθεν ξυλον ζωης ποιουν καρπους δωδεκα κατα μηνα εκαστον αποδιδουν τον καρπον αυτου και τα φυλλα του ξυλου εις θεραπειαν των εθνων

και παν καταθεμα ουκ εσται ετι και ο θρονος του θεου και του αρνιου εν αυτη εσται και οι δουλοι αυτου λατρευσουσιν αυτω

και οψονται το προσωπον αυτου και το ονομα αυτου επι των μετωπων αυτων

και νυξ ουκ εσται ετι και ουκ εχουσιν χρειαν φωτος λυχνου και φως ηλιου οτι κυριος ο θεος φωτισει [επ] αυτους και βασιλευσουσιν εις τους αιωνας των αιωνων

και ειπεν μοι ουτοι οι λογοι πιστοι και αληθινοι και ο κυριος ο θεος των πνευματων των προφητων απεστειλεν τον αγγελον αυτου δειξαι τοις δουλοις αυτου α δει γενεσθαι εν ταχει

και ιδου ερχομαι ταχυ μακαριος ο τηρων τους λογους της προφητειας του βιβλιου τουτου

καγω ιωαννης ο ακουων και βλεπων ταυτα και οτε ηκουσα και εβλεψα επεσα προσκυνησαι εμπροσθεν των ποδων του αγγελου του δεικνυοντος μοι ταυτα

και λεγει μοι ορα μη συνδουλος σου ειμι και των αδελφων σου των προφητων και των τηρουντων τους λογους του βιβλιου τουτου τω θεω προσκυνησον

10 και λεγει μοι μη σφραγισης τους λογους της προφητειας του βιβλιου τουτου ο καιρος γαρ εγγυς εστιν

11 ο αδικων αδικησατω ετι και ο ρυπαρος ρυπανθητω ετι και ο δικαιος δικαιοσυνην ποιησατω ετι και ο αγιος αγιασθητω ετι

12 ιδου ερχομαι ταχυ και ο μισθος μου μετ εμου αποδουναι εκαστω ως το εργον εστιν αυτου

13 εγω το αλφα και το ω ο πρωτος και ο εσχατος η αρχη και το τελος

14 μακαριοι οι πλυνοντες τας στολας αυτων ινα εσται η εξουσια αυτων επι το ξυλον της ζωης και τοις πυλωσιν εισελθωσιν εις την πολιν

15 εξω οι κυνες και οι φαρμακοι και οι πορνοι και οι φονεις και οι ειδωλολατραι και πας φιλων και ποιων ψευδος

16 εγω ιησους επεμψα τον αγγελον μου μαρτυρησαι υμιν ταυτα επι ταις εκκλησιαις εγω ειμι η ριζα και το γενος δαυιδ ο αστηρ ο λαμπρος ο πρωινος

17 και το πνευμα και η νυμφη λεγουσιν ερχου και ο ακουων ειπατω ερχου και ο διψων ερχεσθω ο θελων λαβετω υδωρ ζωης δωρεαν

18 μαρτυρω εγω παντι τω ακουοντι τους λογους της προφητειας του βιβλιου τουτου εαν τις επιθη επ αυτα επιθησει ο θεος επ αυτον τας πληγας τας γεγραμμενας εν τω βιβλιω τουτω

19 και εαν τις αφελη απο των λογων του βιβλιου της προφητειας ταυτης αφελει ο θεος το μερος αυτου απο του ξυλου της ζωης και εκ της πολεως της αγιας των γεγραμμενων εν τω βιβλιω τουτω

20 λεγει ο μαρτυρων ταυτα ναι ερχομαι ταχυ αμην ερχου κυριε ιησου

21 η χαρις του κυριου ιησου [χριστου] μετα των αγιων

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes