A A A A A
Bible Book List

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 191881 Westcott-Hort New Testament (WHNU)

19 μετα ταυτα ηκουσα ως φωνην μεγαλην οχλου πολλου εν τω ουρανω λεγοντων αλληλουια η σωτηρια και η δοξα και η δυναμις του θεου ημων

οτι αληθιναι και δικαιαι αι κρισεις αυτου οτι εκρινεν την πορνην την μεγαλην ητις εφθειρεν την γην εν τη πορνεια αυτης και εξεδικησεν το αιμα των δουλων αυτου εκ χειρος αυτης

και δευτερον ειρηκαν αλληλουια και ο καπνος αυτης αναβαινει εις τους αιωνας των αιωνων

και επεσαν οι πρεσβυτεροι οι εικοσι τεσσαρες και τα τεσσαρα ζωα και προσεκυνησαν τω θεω τω καθημενω επι τω θρονω λεγοντες αμην αλληλουια

και φωνη απο του θρονου εξηλθεν λεγουσα αινειτε τω θεω ημων παντες οι δουλοι αυτου οι φοβουμενοι αυτον οι μικροι και οι μεγαλοι

και ηκουσα ως φωνην οχλου πολλου και ως φωνην υδατων πολλων και ως φωνην βροντων ισχυρων λεγοντων αλληλουια οτι εβασιλευσεν κυριος ο θεος [ημων] ο παντοκρατωρ

χαιρωμεν και αγαλλιωμεν και δωσομεν την δοξαν αυτω οτι ηλθεν ο γαμος του αρνιου και η γυνη αυτου ητοιμασεν εαυτην

και εδοθη αυτη ινα περιβαληται βυσσινον λαμπρον καθαρον το γαρ βυσσινον τα δικαιωματα των αγιων εστιν

και λεγει μοι γραψον μακαριοι οι εις το δειπνον του γαμου του αρνιου κεκλημενοι και λεγει μοι ουτοι οι λογοι αληθινοι του θεου εισιν

10 και επεσα εμπροσθεν των ποδων αυτου προσκυνησαι αυτω και λεγει μοι ορα μη συνδουλος σου ειμι και των αδελφων σου των εχοντων την μαρτυριαν ιησου τω θεω προσκυνησον η γαρ μαρτυρια ιησου εστιν το πνευμα της προφητειας

11 και ειδον τον ουρανον ηνεωγμενον και ιδου ιππος λευκος και ο καθημενος επ αυτον πιστος [καλουμενος] και αληθινος και εν δικαιοσυνη κρινει και πολεμει

12 οι δε οφθαλμοι αυτου φλοξ πυρος και επι την κεφαλην αυτου διαδηματα πολλα εχων ονομα γεγραμμενον ο ουδεις οιδεν ει μη αυτος

13 και περιβεβλημενος ιματιον ρεραντισμενον αιματι και κεκληται το ονομα αυτου ο λογος του θεου

14 και τα στρατευματα τα εν τω ουρανω ηκολουθει αυτω εφ ιπποις λευκοις ενδεδυμενοι βυσσινον λευκον καθαρον

15 και εκ του στοματος αυτου εκπορευεται ρομφαια οξεια ινα εν αυτη παταξη τα εθνη και αυτος ποιμανει αυτους εν ραβδω σιδηρα και αυτος πατει την ληνον του οινου του θυμου της οργης του θεου του παντοκρατορος

16 και εχει επι το ιματιον και επι τον μηρον αυτου ονομα γεγραμμενον βασιλευς βασιλεων και κυριος κυριων

17 και ειδον ενα αγγελον εστωτα εν τω ηλιω και εκραξεν [εν] φωνη μεγαλη λεγων πασιν τοις ορνεοις τοις πετομενοις εν μεσουρανηματι δευτε συναχθητε εις το δειπνον το μεγα του θεου

18 ινα φαγητε σαρκας βασιλεων και σαρκας χιλιαρχων και σαρκας ισχυρων και σαρκας ιππων και των καθημενων επ αυτους και σαρκας παντων ελευθερων τε και δουλων και μικρων και μεγαλων

19 και ειδον το θηριον και τους βασιλεις της γης και τα στρατευματα αυτων συνηγμενα ποιησαι τον πολεμον μετα του καθημενου επι του ιππου και μετα του στρατευματος αυτου

20 και επιασθη το θηριον και μετ αυτου ο ψευδοπροφητης ο ποιησας τα σημεια ενωπιον αυτου εν οις επλανησεν τους λαβοντας το χαραγμα του θηριου και τους προσκυνουντας τη εικονι αυτου ζωντες εβληθησαν οι δυο εις την λιμνην του πυρος της καιομενης εν θειω

21 και οι λοιποι απεκτανθησαν εν τη ρομφαια του καθημενου επι του ιππου τη εξελθουση εκ του στοματος αυτου και παντα τα ορνεα εχορτασθησαν εκ των σαρκων αυτων

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes