A A A A A
Bible Book List

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 191550 Stephanus New Testament (TR1550)

19 και μετα ταυτα ηκουσα φωνην οχλου πολλου μεγαλην εν τω ουρανω λεγοντος αλληλουια η σωτηρια και η δοξα και η τιμη και η δυναμις κυριω τω θεω ημων

οτι αληθιναι και δικαιαι αι κρισεις αυτου οτι εκρινεν την πορνην την μεγαλην ητις εφθειρεν την γην εν τη πορνεια αυτης και εξεδικησεν το αιμα των δουλων αυτου εκ της χειρος αυτης

και δευτερον ειρηκαν αλληλουια και ο καπνος αυτης αναβαινει εις τους αιωνας των αιωνων

και επεσαν οι πρεσβυτεροι οι εικοσι και τεσσαρες και τα τεσσαρα ζωα και προσεκυνησαν τω θεω τω καθημενω επι του θρονου λεγοντες αμην αλληλουια

και φωνη εκ του θρονου εξηλθεν λεγουσα αινειτε τον θεον ημων παντες οι δουλοι αυτου και οι φοβουμενοι αυτον και οι μικροι και οι μεγαλοι

και ηκουσα ως φωνην οχλου πολλου και ως φωνην υδατων πολλων και ως φωνην βροντων ισχυρων λεγοντας αλληλουια οτι εβασιλευσεν κυριος ο θεος ο παντοκρατωρ

χαιρωμεν και αγαλλιωμεθα και δωμεν την δοξαν αυτω οτι ηλθεν ο γαμος του αρνιου και η γυνη αυτου ητοιμασεν εαυτην

και εδοθη αυτη ινα περιβαληται βυσσινον καθαρον και λαμπρον το γαρ βυσσινον τα δικαιωματα εστιν των αγιων

και λεγει μοι γραψον μακαριοι οι εις το δειπνον του γαμου του αρνιου κεκλημενοι και λεγει μοι ουτοι οι λογοι αληθινοι εισιν του θεου

10 και επεσον εμπροσθεν των ποδων αυτου προσκυνησαι αυτω και λεγει μοι ορα μη συνδουλος σου ειμι και των αδελφων σου των εχοντων την μαρτυριαν του ιησου τω θεω προσκυνησον η γαρ μαρτυρια του ιησου εστιν το πνευμα της προφητειας

11 και ειδον τον ουρανον ανεωγμενον και ιδου ιππος λευκος και ο καθημενος επ αυτον καλουμενος πιστος και αληθινος και εν δικαιοσυνη κρινει και πολεμει

12 οι δε οφθαλμοι αυτου ως φλοξ πυρος και επι την κεφαλην αυτου διαδηματα πολλα εχων ονομα γεγραμμενον ο ουδεις οιδεν ει μη αυτος

13 και περιβεβλημενος ιματιον βεβαμμενον αιματι και καλειται το ονομα αυτου ο λογος του θεου

14 και τα στρατευματα εν τω ουρανω ηκολουθει αυτω εφ ιπποις λευκοις ενδεδυμενοι βυσσινον λευκον και καθαρον

15 και εκ του στοματος αυτου εκπορευεται ρομφαια οξεια ινα εν αυτη πατασση τα εθνη και αυτος ποιμανει αυτους εν ραβδω σιδηρα και αυτος πατει την ληνον του οινου του θυμου και της οργης του θεου του παντοκρατορος

16 και εχει επι το ιματιον και επι τον μηρον αυτου το ονομα γεγραμμενον βασιλευς βασιλεων και κυριος κυριων

17 και ειδον ενα αγγελον εστωτα εν τω ηλιω και εκραξεν φωνη μεγαλη λεγων πασιν τοις ορνεοις τοις πετωμενοις εν μεσουρανηματι δευτε και συναγεσθε εις το δειπνον του μεγαλου θεου

18 ινα φαγητε σαρκας βασιλεων και σαρκας χιλιαρχων και σαρκας ισχυρων και σαρκας ιππων και των καθημενων επ αυτων και σαρκας παντων ελευθερων και δουλων και μικρων και μεγαλων

19 και ειδον το θηριον και τους βασιλεις της γης και τα στρατευματα αυτων συνηγμενα ποιησαι πολεμον μετα του καθημενου επι του ιππου και μετα του στρατευματος αυτου

20 και επιασθη το θηριον και μετα τουτου ο ψευδοπροφητης ο ποιησας τα σημεια ενωπιον αυτου εν οις επλανησεν τους λαβοντας το χαραγμα του θηριου και τους προσκυνουντας τη εικονι αυτου ζωντες εβληθησαν οι δυο εις την λιμνην του πυρος την καιομενην εν τω θειω

21 και οι λοιποι απεκτανθησαν εν τη ρομφαια του καθημενου επι του ιππου τη εκπορευομενη εκ του στοματος αυτου και παντα τα ορνεα εχορτασθησαν εκ των σαρκων αυτων

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes