A A A A A
Bible Book List

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 161881 Westcott-Hort New Testament (WHNU)

16 και ηκουσα μεγαλης φωνης εκ του ναου λεγουσης τοις επτα αγγελοις υπαγετε και εκχεετε τας επτα φιαλας του θυμου του θεου εις την γην

και απηλθεν ο πρωτος και εξεχεεν την φιαλην αυτου εις την γην και εγενετο ελκος κακον και πονηρον επι τους ανθρωπους τους εχοντας το χαραγμα του θηριου και τους προσκυνουντας τη εικονι αυτου

και ο δευτερος εξεχεεν την φιαλην αυτου εις την θαλασσαν και εγενετο αιμα ως νεκρου και πασα ψυχη ζωης απεθανεν τα εν τη θαλασση

και ο τριτος εξεχεεν την φιαλην αυτου εις τους ποταμους και τας πηγας των υδατων και εγενετο αιμα

και ηκουσα του αγγελου των υδατων λεγοντος δικαιος ει ο ων και ο ην [ο] οσιος οτι ταυτα εκρινας

οτι αιμα αγιων και προφητων εξεχεαν και αιμα αυτοις δεδωκας πιειν αξιοι εισιν

και ηκουσα του θυσιαστηριου λεγοντος ναι κυριε ο θεος ο παντοκρατωρ αληθιναι και δικαιαι αι κρισεις σου

και ο τεταρτος εξεχεεν την φιαλην αυτου επι τον ηλιον και εδοθη αυτω καυματισαι τους ανθρωπους εν πυρι

και εκαυματισθησαν οι ανθρωποι καυμα μεγα και εβλασφημησαν το ονομα του θεου του εχοντος την εξουσιαν επι τας πληγας ταυτας και ου μετενοησαν δουναι αυτω δοξαν

10 και ο πεμπτος εξεχεεν την φιαλην αυτου επι τον θρονον του θηριου και εγενετο η βασιλεια αυτου εσκοτωμενη και εμασωντο τας γλωσσας αυτων εκ του πονου

11 και εβλασφημησαν τον θεον του ουρανου εκ των πονων αυτων και εκ των ελκων αυτων και ου μετενοησαν εκ των εργων αυτων

12 και ο εκτος εξεχεεν την φιαλην αυτου επι τον ποταμον τον μεγαν [τον] ευφρατην και εξηρανθη το υδωρ αυτου ινα ετοιμασθη η οδος των βασιλεων των απο ανατολης ηλιου

13 και ειδον εκ του στοματος του δρακοντος και εκ του στοματος του θηριου και εκ του στοματος του ψευδοπροφητου πνευματα τρια ακαθαρτα ως βατραχοι

14 εισιν γαρ πνευματα δαιμονιων ποιουντα σημεια α εκπορευεται επι τους βασιλεις της οικουμενης ολης συναγαγειν αυτους εις τον πολεμον της ημερας της μεγαλης του θεου του παντοκρατορος

15 ιδου ερχομαι ως κλεπτης μακαριος ο γρηγορων και τηρων τα ιματια αυτου ινα μη γυμνος περιπατη και βλεπωσιν την ασχημοσυνην αυτου

16 και συνηγαγεν αυτους εις τον τοπον τον καλουμενον εβραιστι αρμαγεδων

17 και ο εβδομος εξεχεεν την φιαλην αυτου επι τον αερα και εξηλθεν φωνη μεγαλη εκ του ναου απο του θρονου λεγουσα γεγονεν

18 και εγενοντο αστραπαι και φωναι και βρονται και σεισμος εγενετο μεγας οιος ουκ εγενετο αφ ου ανθρωποι εγενοντο επι της γης τηλικουτος σεισμος ουτως μεγας

19 και εγενετο η πολις η μεγαλη εις τρια μερη και αι πολεις των εθνων επεσαν και βαβυλων η μεγαλη εμνησθη ενωπιον του θεου δουναι αυτη το ποτηριον του οινου του θυμου της οργης αυτου

20 και πασα νησος εφυγεν και ορη ουχ ευρεθησαν

21 και χαλαζα μεγαλη ως ταλαντιαια καταβαινει εκ του ουρανου επι τους ανθρωπους και εβλασφημησαν οι ανθρωποι τον θεον εκ της πληγης της χαλαζης οτι μεγαλη εστιν η πληγη αυτης σφοδρα

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes