A A A A A
Bible Book List

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 41881 Westcott-Hort New Testament (WHNU)

διαμαρτυρομαι ενωπιον του θεου και χριστου ιησου του μελλοντος κρινειν ζωντας και νεκρους και την επιφανειαν αυτου και την βασιλειαν αυτου

κηρυξον τον λογον επιστηθι ευκαιρως ακαιρως ελεγξον επιτιμησον παρακαλεσον εν παση μακροθυμια και διδαχη

εσται γαρ καιρος οτε της υγιαινουσης διδασκαλιας ουκ ανεξονται αλλα κατα τας ιδιας επιθυμιας εαυτοις επισωρευσουσιν διδασκαλους κνηθομενοι την ακοην

και απο μεν της αληθειας την ακοην αποστρεψουσιν επι δε τους μυθους εκτραπησονται

συ δε νηφε εν πασιν κακοπαθησον εργον ποιησον ευαγγελιστου την διακονιαν σου πληροφορησον

εγω γαρ ηδη σπενδομαι και ο καιρος της αναλυσεως μου εφεστηκεν

τον καλον αγωνα ηγωνισμαι τον δρομον τετελεκα την πιστιν τετηρηκα

λοιπον αποκειται μοι ο της δικαιοσυνης στεφανος ον αποδωσει μοι ο κυριος εν εκεινη τη ημερα ο δικαιος κριτης ου μονον δε εμοι αλλα και πασιν τοις ηγαπηκοσιν την επιφανειαν αυτου

σπουδασον ελθειν προς με ταχεως

10 δημας γαρ με εγκατελειπεν αγαπησας τον νυν αιωνα και επορευθη εις θεσσαλονικην κρησκης εις γαλατιαν τιτος εις δαλματιαν

11 λουκας εστιν μονος μετ εμου μαρκον αναλαβων αγε μετα σεαυτου εστιν γαρ μοι ευχρηστος εις διακονιαν

12 τυχικον δε απεστειλα εις εφεσον

13 τον φαιλονην ον απελειπον εν τρωαδι παρα καρπω ερχομενος φερε και τα βιβλια μαλιστα τας μεμβρανας

14 αλεξανδρος ο χαλκευς πολλα μοι κακα ενεδειξατο αποδωσει αυτω ο κυριος κατα τα εργα αυτου

15 ον και συ φυλασσου λιαν γαρ αντεστη τοις ημετεροις λογοις

16 εν τη πρωτη μου απολογια ουδεις μοι παρεγενετο αλλα παντες με εγκατελειπον μη αυτοις λογισθειη

17 ο δε κυριος μοι παρεστη και ενεδυναμωσεν με ινα δι εμου το κηρυγμα πληροφορηθη και ακουσωσιν παντα τα εθνη και ερρυσθην εκ στοματος λεοντος

18 ρυσεται με ο κυριος απο παντος εργου πονηρου και σωσει εις την βασιλειαν αυτου την επουρανιον ω η δοξα εις τους αιωνας των αιωνων αμην

19 ασπασαι πρισκαν και ακυλαν και τον ονησιφορου οικον

20 εραστος εμεινεν εν κορινθω τροφιμον δε απελειπον εν μιλητω ασθενουντα

21 σπουδασον προ χειμωνος ελθειν ασπαζεται σε ευβουλος και πουδης και λινος και κλαυδια και οι αδελφοι [παντες]

22 ο κυριος μετα του πνευματος σου η χαρις μεθ υμων

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes