A A A A A
Bible Book List

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 11881 Westcott-Hort New Testament (WHNU)

παυλος αποστολος χριστου ιησου δια θεληματος θεου κατ επαγγελιαν ζωης της εν χριστω ιησου

τιμοθεω αγαπητω τεκνω χαρις ελεος ειρηνη απο θεου πατρος και χριστου ιησου του κυριου ημων

χαριν εχω τω θεω ω λατρευω απο προγονων εν καθαρα συνειδησει ως αδιαλειπτον εχω την περι σου μνειαν εν ταις δεησεσιν μου νυκτος και ημερας

επιποθων σε ιδειν μεμνημενος σου των δακρυων ινα χαρας πληρωθω

υπομνησιν λαβων της εν σοι ανυποκριτου πιστεως ητις ενωκησεν πρωτον εν τη μαμμη σου λωιδι και τη μητρι σου ευνικη πεπεισμαι δε οτι και εν σοι

δι ην αιτιαν αναμιμνησκω σε αναζωπυρειν το χαρισμα του θεου ο εστιν εν σοι δια της επιθεσεως των χειρων μου

ου γαρ εδωκεν ημιν ο θεος πνευμα δειλιας αλλα δυναμεως και αγαπης και σωφρονισμου

μη ουν επαισχυνθης το μαρτυριον του κυριου ημων μηδε εμε τον δεσμιον αυτου αλλα συγκακοπαθησον τω ευαγγελιω κατα δυναμιν θεου

του σωσαντος ημας και καλεσαντος κλησει αγια ου κατα τα εργα ημων αλλα κατα ιδιαν προθεσιν και χαριν την δοθεισαν ημιν εν χριστω ιησου προ χρονων αιωνιων

10 φανερωθεισαν δε νυν δια της επιφανειας του σωτηρος ημων χριστου ιησου καταργησαντος μεν τον θανατον φωτισαντος δε ζωην και αφθαρσιαν δια του ευαγγελιου

11 εις ο ετεθην εγω κηρυξ και αποστολος και διδασκαλος

12 δι ην αιτιαν και ταυτα πασχω αλλ ουκ επαισχυνομαι οιδα γαρ ω πεπιστευκα και πεπεισμαι οτι δυνατος εστιν την παραθηκην μου φυλαξαι εις εκεινην την ημεραν

13 υποτυπωσιν εχε υγιαινοντων λογων ων παρ εμου ηκουσας εν πιστει και αγαπη τη εν χριστω ιησου

14 την καλην παραθηκην φυλαξον δια πνευματος αγιου του ενοικουντος εν ημιν

15 οιδας τουτο οτι απεστραφησαν με παντες οι εν τη ασια ων εστιν φυγελος και ερμογενης

16 δωη ελεος ο κυριος τω ονησιφορου οικω οτι πολλακις με ανεψυξεν και την αλυσιν μου ουκ επαισχυνθη

17 αλλα γενομενος εν ρωμη σπουδαιως εζητησεν με και ευρεν

18 δωη αυτω ο κυριος ευρειν ελεος παρα κυριου εν εκεινη τη ημερα και οσα εν εφεσω διηκονησεν βελτιον συ γινωσκεις

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes