A A A A A
Bible Book List

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 161881 Westcott-Hort New Testament (WHNU)

16 συνιστημι δε υμιν φοιβην την αδελφην ημων ουσαν [και] διακονον της εκκλησιας της εν κεγχρεαις

ινα προσδεξησθε αυτην εν κυριω αξιως των αγιων και παραστητε αυτη εν ω αν υμων χρηζη πραγματι και γαρ αυτη προστατις πολλων εγενηθη και εμου αυτου

ασπασασθε πρισκαν και ακυλαν τους συνεργους μου εν χριστω ιησου

οιτινες υπερ της ψυχης μου τον εαυτων τραχηλον υπεθηκαν οις ουκ εγω μονος ευχαριστω αλλα και πασαι αι εκκλησιαι των εθνων

και την κατ οικον αυτων εκκλησιαν ασπασασθε επαινετον τον αγαπητον μου ος εστιν απαρχη της ασιας εις χριστον

ασπασασθε μαριαν ητις πολλα εκοπιασεν εις υμας

ασπασασθε ανδρονικον και ιουνιαν τους συγγενεις μου και συναιχμαλωτους μου οιτινες εισιν επισημοι εν τοις αποστολοις οι και προ εμου γεγοναν εν χριστω

ασπασασθε αμπλιατον τον αγαπητον μου εν κυριω

ασπασασθε ουρβανον τον συνεργον ημων εν χριστω και σταχυν τον αγαπητον μου

10 ασπασασθε απελλην τον δοκιμον εν χριστω ασπασασθε τους εκ των αριστοβουλου

11 ασπασασθε ηρωδιωνα τον συγγενη μου ασπασασθε τους εκ των ναρκισσου τους οντας εν κυριω

12 ασπασασθε τρυφαιναν και τρυφωσαν τας κοπιωσας εν κυριω ασπασασθε περσιδα την αγαπητην ητις πολλα εκοπιασεν εν κυριω

13 ασπασασθε ρουφον τον εκλεκτον εν κυριω και την μητερα αυτου και εμου

14 ασπασασθε ασυγκριτον φλεγοντα ερμην πατροβαν ερμαν και τους συν αυτοις αδελφους

15 ασπασασθε φιλολογον και ιουλιαν νηρεα και την αδελφην αυτου και ολυμπαν και τους συν αυτοις παντας αγιους

16 ασπασασθε αλληλους εν φιληματι αγιω ασπαζονται υμας αι εκκλησιαι πασαι του χριστου

17 παρακαλω δε υμας αδελφοι σκοπειν τους τας διχοστασιας και τα σκανδαλα παρα την διδαχην ην υμεις εμαθετε ποιουντας και εκκλινετε απ αυτων

18 οι γαρ τοιουτοι τω κυριω ημων χριστω ου δουλευουσιν αλλα τη εαυτων κοιλια και δια της χρηστολογιας και ευλογιας εξαπατωσιν τας καρδιας των ακακων

19 η γαρ υμων υπακοη εις παντας αφικετο εφ υμιν ουν χαιρω θελω δε υμας σοφους [μεν] ειναι εις το αγαθον ακεραιους δε εις το κακον

20 ο δε θεος της ειρηνης συντριψει τον σαταναν υπο τους ποδας υμων εν ταχει η χαρις του κυριου ημων ιησου μεθ υμων

21 ασπαζεται υμας τιμοθεος ο συνεργος [μου] και λουκιος και ιασων και σωσιπατρος οι συγγενεις μου

22 ασπαζομαι υμας εγω τερτιος ο γραψας την επιστολην εν κυριω

23 ασπαζεται υμας γαιος ο ξενος μου και ολης της εκκλησιας ασπαζεται υμας εραστος ο οικονομος της πολεως και κουαρτος ο αδελφος

24  25 τω δε δυναμενω υμας στηριξαι κατα το ευαγγελιον μου και το κηρυγμα ιησου χριστου κατα αποκαλυψιν μυστηριου χρονοις αιωνιοις σεσιγημενου

26 φανερωθεντος δε νυν δια τε γραφων προφητικων κατ επιταγην του αιωνιου θεου εις υπακοην πιστεως εις παντα τα εθνη γνωρισθεντος

27 μονω σοφω θεω δια ιησου χριστου [ω] η δοξα εις τους αιωνας αμην

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes