A A A A A
Bible Book List

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15SBL Greek New Testament (SBLGNT)

15 Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ. ὅσα γὰρ προεγράφη, [a]εἰς τὴν ἡμετέραν διδασκαλίαν [b]ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ [c]Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο [d]ὑμᾶς, εἰς δόξαν [e]τοῦ θεοῦ. λέγω [f]γὰρ [g]Χριστὸν διάκονον [h]γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν· καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνοματί σου ψαλῶ. 10 καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. 11 καὶ πάλιν· Αἰνεῖτε, [i]πάντα τὰ ἔθνη, τὸν κύριον, καὶ [j]ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. 12 καὶ πάλιν Ἠσαΐας λέγει· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν. 13 ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου.

14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι [k]πάσης γνώσεως, δυνάμενοι καὶ [l]ἀλλήλους νουθετεῖν. 15 [m]τολμηρότερον δὲ ἔγραψα [n]ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι [o]ὑπὸ τοῦ θεοῦ 16 εἰς τὸ εἶναί με λειτουργὸν [p]Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ. 17 ἔχω οὖν [q]τὴν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν· 18 οὐ γὰρ τολμήσω [r]τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, 19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει [s]πνεύματος· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, 20 οὕτως δὲ [t]φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέλιον οἰκοδομῶ, 21 ἀλλὰ καθὼς γέγραπται· [u]Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν.

22 Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· 23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ [v]ἱκανῶν ἐτῶν, 24 ὡς [w]ἂν πορεύωμαι εἰς τὴν [x]Σπανίαν, ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ— 25 νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις. 26 εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ. 27 εὐδόκησαν γάρ, καὶ ὀφειλέται [y]εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. 28 τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι’ ὑμῶν [z]εἰς Σπανίαν· 29 οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι [aa]εὐλογίας Χριστοῦ ἐλεύσομαι.

30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν, 31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ [ab]καὶ ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος [ac]τοῖς ἁγίοις γένηται, 32 ἵνα ἐν χαρᾷ [ad]ἐλθὼν πρὸς ὑμᾶς διὰ θελήματος [ae]θεοῦ συναναπαύσωμαι ὑμῖν. 33 ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.

Footnotes:

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:4 εἰς Treg NIV RP ] πάντα εἰς WH
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:4 ἐγράφη WH Treg NIV ] προεγράφη RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:5 Χριστὸν Ἰησοῦν WH NIV RP ] Ἰησοῦν Χριστὸν Treg
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:7 ὑμᾶς Treg NIV RP ] ἡμᾶς WH
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:7 τοῦ WH Treg NIV ] – RP
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:8 γὰρ WH Treg NIV ] δέ RP
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:8 Χριστὸν WH Treg NIV ] + Ἰησοῦν RP
  8. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:8 γεγενῆσθαι WH NIV RP ] γένεσθαι Treg
  9. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:11 πάντα τὰ ἔθνη τὸν κύριον WH Treg NIV ] τὸν κύριον πάντα τὰ ἔθνη RP
  10. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:11 ἐπαινεσάτωσαν WH Treg NIV ] ἐπαινέσατε RP
  11. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:14 πάσης Treg RP ] + τῆς WH NIV
  12. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:14 ἀλλήλους WH Treg NIV ] ἄλλους RP
  13. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:15 τολμηρότερον NIV RP ] τολμηροτέρως WH Treg
  14. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:15 ὑμῖν WH Treg NIV ] + ἀδελφοί RP
  15. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:15 ὑπὸ NIV RP ] ἀπὸ WH Treg
  16. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:16 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP
  17. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:17 τὴν WH Treg NIV ] – RP
  18. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:18 τι λαλεῖν WH Treg NIV ] λαλεῖν τι RP
  19. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:19 πνεύματος NIV ] + ἁγίου WH Treg; + θεοῦ RP NA
  20. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:20 φιλοτιμούμενον WH NIV RP ] φιλοτιμοῦμαι Treg
  21. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:21 Οἷς … αὐτοῦ ὄψονται Treg NIV RP ] Ὄψονται οἷς … αὐτοῦ WH
  22. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:23 ἱκανῶν WH Treg ] πολλῶν NIV RP
  23. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:24 ἂν WH Treg NIV ] ἐὰν RP
  24. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:24 Σπανίαν WH Treg NIV ] + ἐλεύσομαι πρὸς ὑμᾶς RP
  25. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:27 εἰσὶν αὐτῶν WH Treg NIV ] αὐτῶν εἰσὶν RP
  26. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:28 εἰς WH Treg NIV ] + τὴν RP
  27. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:29 εὐλογίας WH Treg NIV ] + τοῦ εὐαγγελίου τοῦ RP
  28. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:31 καὶ WH Treg NIV ] + ἵνα RP
  29. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:31 τοῖς ἁγίοις γένηται WH Treg NIV ] γένηται τοῖς ἁγίοις RP
  30. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:32 ἐλθὼν WH NIV ] ἔλθω Treg RP
  31. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:32 θεοῦ WH NIV ] + καὶ Treg RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes