A A A A A
Bible Book List

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13SBL Greek New Testament (SBLGNT)

13 Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ, αἱ δὲ [a]οὖσαι [b]ὑπὸ θεοῦ τεταγμέναι εἰσίν. ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται. οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος [c]τῷ ἀγαθῷ ἔργῳ ἀλλὰ [d]τῷ κακῷ. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν, διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. [e]ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.

Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ [f]ἀλλήλους ἀγαπᾶν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. τὸ γάρ· Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν [g]τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, [h]ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 10 ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.

11 Καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα [i]ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. [j]ἀποβαλώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, [k]ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός. 13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, 14 ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.

Footnotes:

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:1 οὖσαι WH Treg NIV ] + ἐξουσίαι RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:1 ὑπὸ WH Treg NIV ] + τοῦ RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:3 τῷ ἀγαθῷ ἔργῳ WH Treg NIV ] τῶν ἀγαθῶν ἔργων RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:3 τῷ κακῷ WH Treg NIV ] τῶν κακῶν RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:7 ἀπόδοτε WH Treg NIV ] + οὖν RP
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:8 ἀλλήλους ἀγαπᾶν WH Treg NIV ] ἀγαπᾶν ἀλλήλους RP
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:9 τῷ λόγῳ τούτῳ WH Treg NIV ] τούτῳ τῷ λόγῳ RP
  8. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:9 ἐν τῷ WH Treg RP NA ] – NIV
  9. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:11 ἤδη ὑμᾶς WH NIV ] ἤδη ἡμᾶς Treg; ἡμᾶς ἤδη RP
  10. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:12 ἀποβαλώμεθα Holmes ] ἀποθώμεθα WH Treg NIV RP
  11. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:12 ἐνδυσώμεθα δὲ WH Treg NIV ] καὶ ἐνδυσώμεθα RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes