A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 71881 Westcott-Hort New Testament (WHNU)

περι δε ων εγραψατε καλον ανθρωπω γυναικος μη απτεσθαι

δια δε τας πορνειας εκαστος την εαυτου γυναικα εχετω και εκαστη τον ιδιον ανδρα εχετω

τη γυναικι ο ανηρ την οφειλην αποδιδοτω ομοιως δε και η γυνη τω ανδρι

η γυνη του ιδιου σωματος ουκ εξουσιαζει αλλα ο ανηρ ομοιως δε και ο ανηρ του ιδιου σωματος ουκ εξουσιαζει αλλα η γυνη

μη αποστερειτε αλληλους ει μητι [αν] εκ συμφωνου προς καιρον ινα σχολασητε τη προσευχη και παλιν επι το αυτο ητε ινα μη πειραζη υμας ο σατανας δια την ακρασιαν [υμων]

τουτο δε λεγω κατα συγγνωμην ου κατ επιταγην

θελω δε παντας ανθρωπους ειναι ως και εμαυτον αλλα εκαστος ιδιον εχει χαρισμα εκ θεου ο μεν ουτως ο δε ουτως

λεγω δε τοις αγαμοις και ταις χηραις καλον αυτοις εαν μεινωσιν ως καγω

ει δε ουκ εγκρατευονται γαμησατωσαν κρειττον γαρ εστιν γαμειν η πυρουσθαι

10 τοις δε γεγαμηκοσιν παραγγελλω ουκ εγω αλλα ο κυριος γυναικα απο ανδρος μη χωρισθηναι

11 εαν δε και χωρισθη μενετω αγαμος η τω ανδρι καταλλαγητω και ανδρα γυναικα μη αφιεναι

12 τοις δε λοιποις λεγω εγω ουχ ο κυριος ει τις αδελφος γυναικα εχει απιστον και αυτη συνευδοκει οικειν μετ αυτου μη αφιετω αυτην

13 και γυνη ητις εχει ανδρα απιστον και ουτος συνευδοκει οικειν μετ αυτης μη αφιετω τον ανδρα

14 ηγιασται γαρ ο ανηρ ο απιστος εν τη γυναικι και ηγιασται η γυνη η απιστος εν τω αδελφω επει αρα τα τεκνα υμων ακαθαρτα εστιν νυν δε αγια εστιν

15 ει δε ο απιστος χωριζεται χωριζεσθω ου δεδουλωται ο αδελφος η η αδελφη εν τοις τοιουτοις εν δε ειρηνη κεκληκεν υμας ο θεος

16 τι γαρ οιδας γυναι ει τον ανδρα σωσεις η τι οιδας ανερ ει την γυναικα σωσεις

17 ει μη εκαστω ως μεμερικεν ο κυριος εκαστον ως κεκληκεν ο θεος ουτως περιπατειτω και ουτως εν ταις εκκλησιαις πασαις διατασσομαι

18 περιτετμημενος τις εκληθη μη επισπασθω εν ακροβυστια κεκληται τις μη περιτεμνεσθω

19 η περιτομη ουδεν εστιν και η ακροβυστια ουδεν εστιν αλλα τηρησις εντολων θεου

20 εκαστος εν τη κλησει η εκληθη εν ταυτη μενετω

21 δουλος εκληθης μη σοι μελετω αλλ ει και δυνασαι ελευθερος γενεσθαι μαλλον χρησαι

22 ο γαρ εν κυριω κληθεις δουλος απελευθερος κυριου εστιν ομοιως ο ελευθερος κληθεις δουλος εστιν χριστου

23 τιμης ηγορασθητε μη γινεσθε δουλοι ανθρωπων

24 εκαστος εν ω εκληθη αδελφοι εν τουτω μενετω παρα θεω

25 περι δε των παρθενων επιταγην κυριου ουκ εχω γνωμην δε διδωμι ως ηλεημενος υπο κυριου πιστος ειναι

26 νομιζω ουν τουτο καλον υπαρχειν δια την ενεστωσαν αναγκην οτι καλον ανθρωπω το ουτως ειναι

27 δεδεσαι γυναικι μη ζητει λυσιν λελυσαι απο γυναικος μη ζητει γυναικα

28 εαν δε και γαμησης ουχ ημαρτες και εαν γημη [η] παρθενος ουχ ημαρτεν θλιψιν δε τη σαρκι εξουσιν οι τοιουτοι εγω δε υμων φειδομαι

29 τουτο δε φημι αδελφοι ο καιρος συνεσταλμενος εστιν το λοιπον ινα και οι εχοντες γυναικας ως μη εχοντες ωσιν

30 και οι κλαιοντες ως μη κλαιοντες και οι χαιροντες ως μη χαιροντες και οι αγοραζοντες ως μη κατεχοντες

31 και οι χρωμενοι τον κοσμον ως μη καταχρωμενοι παραγει γαρ το σχημα του κοσμου τουτου

32 θελω δε υμας αμεριμνους ειναι ο αγαμος μεριμνα τα του κυριου πως αρεση τω κυριω

33 ο δε γαμησας μεριμνα τα του κοσμου πως αρεση τη γυναικι

34 και μεμερισται και η γυνη η αγαμος και η παρθενος μεριμνα τα του κυριου ινα η αγια [και] τω σωματι και τω πνευματι η δε γαμησασα μεριμνα τα του κοσμου πως αρεση τω ανδρι

35 τουτο δε προς το υμων αυτων συμφορον λεγω ουχ ινα βροχον υμιν επιβαλω αλλα προς το ευσχημον και ευπαρεδρον τω κυριω απερισπαστως

36 ει δε τις ασχημονειν επι την παρθενον αυτου νομιζει εαν η υπερακμος και ουτως οφειλει γινεσθαι ο θελει ποιειτω ουχ αμαρτανει γαμειτωσαν

37 ος δε εστηκεν εν τη καρδια αυτου εδραιος μη εχων αναγκην εξουσιαν δε εχει περι του ιδιου θεληματος και τουτο κεκρικεν εν τη ιδια καρδια τηρειν την εαυτου παρθενον καλως ποιησει

38 ωστε και ο γαμιζων την εαυτου παρθενον καλως ποιει και ο μη γαμιζων κρεισσον ποιησει

39 γυνη δεδεται εφ οσον χρονον ζη ο ανηρ αυτης εαν δε κοιμηθη ο ανηρ ελευθερα εστιν ω θελει γαμηθηναι μονον εν κυριω

40 μακαριωτερα δε εστιν εαν ουτως μεινη κατα την εμην γνωμην δοκω γαρ καγω πνευμα θεου εχειν

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes