A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6SBL Greek New Testament (SBLGNT)

Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; [a]ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά; βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε; πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑμῖν [b]οὐδεὶς σοφὸς ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ [c]ἀδελφοῦ αὐτοῦ, ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; ἤδη μὲν [d]οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν· διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ [e]τοῦτο ἀδελφούς.

Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι [f]θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται 10 οὔτε [g]κλέπται οὔτε πλεονέκται, [h]οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν [i]θεοῦ κληρονομήσουσιν. 11 καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου [j]Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.

12 Πάντα μοι ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν· ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι· 14 ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. 16 [k]ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. 17 ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. 18 φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι [l]ὑμῶν.

Footnotes:

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:2 WH Treg NIV ] – RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:5 οὐδεὶς σοφὸς WH Treg NIV ] σοφὸς οὐδὲ εἷς RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:5 ἀδελφοῦ WH Treg NIV RP ] + καὶ τοῦ ἀδελφοῦ em Holmes
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:7 οὖν WH Treg RP NA ] – NIV
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:8 τοῦτο WH Treg NIV ] ταῦτα RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:9 θεοῦ βασιλείαν WH Treg NIV ] βασιλείαν θεοῦ RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:10 κλέπται οὔτε πλεονέκται WH Treg NIV ] πλεονέκται οὔτε κλέπται RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:10 οὐ WH Treg NIV ] οὔτε RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:10 θεοῦ WH Treg NIV ] + οὐ RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:11 Ἰησοῦ RP ] Ἰησοῦ Χριστοῦ Treg NIV; ἡμῶν Ἰησοῦ Χριστοῦ WH
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:16 WH Treg NIV ] – RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:20 ὑμῶν WH Treg NIV ] + καὶ ἐν τῷ πνεύματι ὑμῶν ἅτινά ἐστιν τοῦ θεοῦ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes