A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 141881 Westcott-Hort New Testament (WHNU)

14 διωκετε την αγαπην ζηλουτε δε τα πνευματικα μαλλον δε ινα προφητευητε

ο γαρ λαλων γλωσση ουκ ανθρωποις λαλει αλλα θεω ουδεις γαρ ακουει πνευματι δε λαλει μυστηρια

ο δε προφητευων ανθρωποις λαλει οικοδομην και παρακλησιν και παραμυθιαν

ο λαλων γλωσση εαυτον οικοδομει ο δε προφητευων εκκλησιαν οικοδομει

θελω δε παντας υμας λαλειν γλωσσαις μαλλον δε ινα προφητευητε μειζων δε ο προφητευων η ο λαλων γλωσσαις εκτος ει μη διερμηνευη ινα η εκκλησια οικοδομην λαβη

νυν δε αδελφοι εαν ελθω προς υμας γλωσσαις λαλων τι υμας ωφελησω εαν μη υμιν λαλησω η εν αποκαλυψει η εν γνωσει η εν προφητεια η εν διδαχη

ομως τα αψυχα φωνην διδοντα ειτε αυλος ειτε κιθαρα εαν διαστολην τοις φθογγοις μη δω πως γνωσθησεται το αυλουμενον η το κιθαριζομενον

και γαρ εαν αδηλον σαλπιγξ φωνην δω τις παρασκευασεται εις πολεμον

ουτως και υμεις δια της γλωσσης εαν μη ευσημον λογον δωτε πως γνωσθησεται το λαλουμενον εσεσθε γαρ εις αερα λαλουντες

10 τοσαυτα ει τυχοι γενη φωνων εισιν εν κοσμω και ουδεν αφωνον

11 εαν ουν μη ειδω την δυναμιν της φωνης εσομαι τω λαλουντι βαρβαρος και ο λαλων εν εμοι βαρβαρος

12 ουτως και υμεις επει ζηλωται εστε πνευματων προς την οικοδομην της εκκλησιας ζητειτε ινα περισσευητε

13 διο ο λαλων γλωσση προσευχεσθω ινα διερμηνευη

14 εαν [γαρ] προσευχωμαι γλωσση το πνευμα μου προσευχεται ο δε νους μου ακαρπος εστιν

15 τι ουν εστιν προσευξομαι τω πνευματι προσευξομαι δε και τω νοι ψαλω τω πνευματι ψαλω [δε] και τω νοι

16 επει εαν ευλογης [εν] πνευματι ο αναπληρων τον τοπον του ιδιωτου πως ερει το αμην επι τη ση ευχαριστια επειδη τι λεγεις ουκ οιδεν

17 συ μεν γαρ καλως ευχαριστεις αλλ ο ετερος ουκ οικοδομειται

18 ευχαριστω τω θεω παντων υμων μαλλον γλωσσαις λαλω

19 αλλα εν εκκλησια θελω πεντε λογους τω νοι μου λαλησαι ινα και αλλους κατηχησω η μυριους λογους εν γλωσση

20 αδελφοι μη παιδια γινεσθε ταις φρεσιν αλλα τη κακια νηπιαζετε ταις δε φρεσιν τελειοι γινεσθε

21 εν τω νομω γεγραπται οτι εν ετερογλωσσοις και εν χειλεσιν ετερων λαλησω τω λαω τουτω και ουδ ουτως εισακουσονται μου λεγει κυριος

22 ωστε αι γλωσσαι εις σημειον εισιν ου τοις πιστευουσιν αλλα τοις απιστοις η δε προφητεια ου τοις απιστοις αλλα τοις πιστευουσιν

23 εαν ουν συνελθη η εκκλησια ολη επι το αυτο και παντες λαλωσιν γλωσσαις εισελθωσιν δε ιδιωται η απιστοι ουκ ερουσιν οτι μαινεσθε

24 εαν δε παντες προφητευωσιν εισελθη δε τις απιστος η ιδιωτης ελεγχεται υπο παντων ανακρινεται υπο παντων

25 τα κρυπτα της καρδιας αυτου φανερα γινεται και ουτως πεσων επι προσωπον προσκυνησει τω θεω απαγγελλων οτι οντως ο θεος εν υμιν εστιν

26 τι ουν εστιν αδελφοι οταν συνερχησθε εκαστος ψαλμον εχει διδαχην εχει αποκαλυψιν εχει γλωσσαν εχει ερμηνειαν εχει παντα προς οικοδομην γινεσθω

27 ειτε γλωσση τις λαλει κατα δυο η το πλειστον τρεις και ανα μερος και εις διερμηνευετω

28 εαν δε μη η διερμηνευτης σιγατω εν εκκλησια εαυτω δε λαλειτω και τω θεω

29 προφηται δε δυο η τρεις λαλειτωσαν και οι αλλοι διακρινετωσαν

30 εαν δε αλλω αποκαλυφθη καθημενω ο πρωτος σιγατω

31 δυνασθε γαρ καθ ενα παντες προφητευειν ινα παντες μανθανωσιν και παντες παρακαλωνται

32 και πνευματα προφητων προφηταις υποτασσεται

33 ου γαρ εστιν ακαταστασιας ο θεος αλλα ειρηνης ως εν πασαις ταις εκκλησιαις των αγιων

34 αι γυναικες εν ταις εκκλησιαις σιγατωσαν ου γαρ επιτρεπεται αυταις λαλειν αλλα υποτασσεσθωσαν καθως και ο νομος λεγει

35 ει δε τι μανθανειν θελουσιν εν οικω τους ιδιους ανδρας επερωτατωσαν αισχρον γαρ εστιν γυναικι λαλειν εν εκκλησια

36 η αφ υμων ο λογος του θεου εξηλθεν η εις υμας μονους κατηντησεν

37 ει τις δοκει προφητης ειναι η πνευματικος επιγινωσκετω α γραφω υμιν οτι κυριου εστιν εντολη

38 ει δε τις αγνοει αγνοειται

39 ωστε αδελφοι μου ζηλουτε το προφητευειν και το λαλειν μη κωλυετε γλωσσαις

40 παντα δε ευσχημονως και κατα ταξιν γινεσθω

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes