A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14SBL Greek New Testament (SBLGNT)

14 Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ [a]ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων [b]δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ [c]διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.

[d]Νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ [e]δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; καὶ γὰρ ἐὰν ἄδηλον [f]φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 τοσαῦτα εἰ τύχοι γένη φωνῶν [g]εἰσιν ἐν κόσμῳ, καὶ [h]οὐδὲν ἄφωνον· 11 ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12 οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.

13 [i]Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14 ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. 15 τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· 16 ἐπεὶ ἐὰν [j]εὐλογῇς [k]πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· 17 σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 18 εὐχαριστῶ τῷ [l]θεῷ, πάντων ὑμῶν μᾶλλον [m]γλώσσαις [n]λαλῶ· 19 ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους [o]τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.

20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. 21 ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν [p]ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου, λέγει κύριος. 22 ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 23 ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες [q]λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25 [r]τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι [s]Ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν.

26 Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, [t]ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, [u]ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. 27 εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28 ἐὰν δὲ μὴ ᾖ [v]διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. 29 προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31 δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται 32 (καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, 33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.

34 Αἱ [w]γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ [x]ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ [y]ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει. 35 εἰ δέ τι [z]μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ [aa]λαλεῖν ἐν ἐκκλησίᾳ. 36 ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;

37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου [ab]ἐστὶν· 38 εἰ δέ τις ἀγνοεῖ, [ac]ἀγνοεῖται. 39 ὥστε, ἀδελφοί [ad]μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν [ae]μὴ κωλύετε γλώσσαις· 40 πάντα [af]δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

Footnotes:

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:2 ἀλλὰ WH Treg NIV ] + τῷ RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:5 δὲ WH Treg NIV ] γὰρ RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:5 διερμηνεύῃ WH Treg NIV ] διερμηνεύει RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:6 Νῦν WH Treg NIV ] Νυνὶ RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:7 δῷ WH Treg NIV ] διδῶ RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:8 φωνὴν σάλπιγξ Treg RP ] σάλπιγξ φωνὴν WH NIV
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:10 εἰσιν WH Treg NIV ] ἐστὶν RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:10 οὐδὲν WH Treg NIV ] + αὐτῶν RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:13 Διὸ WH Treg NIV ] Διόπερ RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:16 εὐλογῇς WH Treg NIV ] εὐλογήσῃς RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:16 πνεύματι Treg] ἐν πνεύματι WH NIV; τῷ πνεύματι RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:18 θεῷ WH Treg NIV ] + μου RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:18 γλώσσαις WH NIV RP ] γλώσσῃ Treg
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:18 λαλῶ WH Treg NIV ] λαλῶν RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:19 τῷ νοΐ WH Treg NIV ] διὰ τοῦ νοός RP
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:21 ἑτέρων WH Treg NIV ] ἑτέροις RP
  17. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:23 λαλῶσιν γλώσσαις WH Treg NIV ] γλώσσαις λαλῶσιν RP
  18. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:25 τὰ WH Treg NIV ] καὶ οὕτως τὰ RP
  19. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:25 Ὄντως ὁ θεὸς WH Treg NIV ] Ὁ θεὸς ὄντως RP
  20. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:26 ἕκαστος WH Treg NIV ] +ὑμῶν RP
  21. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:26 ἀποκάλυψιν ἔχει γλῶσσαν WH Treg NIV ] γλῶσσαν ἀποκάλυψιν ἔχει RP
  22. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:28 διερμηνευτής WH NIV RP ] ἑρμηνευτής Treg
  23. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:34 γυναῖκες WH Treg NIV ] + ὑμῶν RP
  24. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:34 ἐπιτρέπεται WH Treg NIV ] ἐπιτέτραπται RP
  25. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:34 ὑποτασσέσθωσαν WH Treg NIV ] ὑποτάσσεσθαι RP
  26. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:35 μαθεῖν Treg NIV RP ] μανθάνειν WH
  27. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:35 λαλεῖν ἐν ἐκκλησίᾳ WH Treg NIV ] ἐν ἐκκλησίᾳ λαλεῖν RP
  28. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:37 ἐστὶν Holmes ] ἐστὶν ἐντολή WH Treg NIV; εἰσὶν ἐντολαί RP
  29. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:38 ἀγνοεῖται WH NIV ] ἀγνοείτω Treg RP
  30. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:39 μου WH Treg NIV ] – RP
  31. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:39 μὴ κωλύετε γλώσσαις WH Treg NIV ] γλώσσαις μὴ κωλύετε RP
  32. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:40 δὲ WH Treg NIV ] – RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes