A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 131881 Westcott-Hort New Testament (WHNU)

13 εαν ταις γλωσσαις των ανθρωπων λαλω και των αγγελων αγαπην δε μη εχω γεγονα χαλκος ηχων η κυμβαλον αλαλαζον

καν εχω προφητειαν και ειδω τα μυστηρια παντα και πασαν την γνωσιν καν εχω πασαν την πιστιν ωστε ορη μεθιστανειν αγαπην δε μη εχω ουθεν ειμι

καν ψωμισω παντα τα υπαρχοντα μου καν παραδω το σωμα μου ινα καυχησωμαι αγαπην δε μη εχω ουδεν ωφελουμαι

η αγαπη μακροθυμει χρηστευεται η αγαπη ου ζηλοι ου περπερευεται ου φυσιουται

ουκ ασχημονει ου ζητει τα εαυτης ου παροξυνεται ου λογιζεται το κακον

ου χαιρει επι τη αδικια συγχαιρει δε τη αληθεια

παντα στεγει παντα πιστευει παντα ελπιζει παντα υπομενει

η αγαπη ουδεποτε πιπτει ειτε δε προφητειαι καταργηθησονται ειτε γλωσσαι παυσονται ειτε γνωσις καταργηθησεται

εκ μερους γαρ γινωσκομεν και εκ μερους προφητευομεν

10 οταν δε ελθη το τελειον το εκ μερους καταργηθησεται

11 οτε ημην νηπιος ελαλουν ως νηπιος εφρονουν ως νηπιος ελογιζομην ως νηπιος οτε γεγονα ανηρ κατηργηκα τα του νηπιου

12 βλεπομεν γαρ αρτι δι εσοπτρου εν αινιγματι τοτε δε προσωπον προς προσωπον αρτι γινωσκω εκ μερους τοτε δε επιγνωσομαι καθως και επεγνωσθην

13 νυνι δε μενει πιστις ελπις αγαπη τα τρια ταυτα μειζων δε τουτων η αγαπη

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes