A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 101881 Westcott-Hort New Testament (WHNU)

10 ου θελω γαρ υμας αγνοειν αδελφοι οτι οι πατερες ημων παντες υπο την νεφελην ησαν και παντες δια της θαλασσης διηλθον

και παντες εις τον μωυσην εβαπτισαντο εν τη νεφελη και εν τη θαλασση

και παντες [το αυτο] πνευματικον βρωμα εφαγον

και παντες το αυτο πνευματικον επιον πομα επινον γαρ εκ πνευματικης ακολουθουσης πετρας η πετρα δε ην ο χριστος

αλλ ουκ εν τοις πλειοσιν αυτων ευδοκησεν ο θεος κατεστρωθησαν γαρ εν τη ερημω

ταυτα δε τυποι ημων εγενηθησαν εις το μη ειναι ημας επιθυμητας κακων καθως κακεινοι επεθυμησαν

μηδε ειδωλολατραι γινεσθε καθως τινες αυτων ωσπερ γεγραπται εκαθισεν ο λαος φαγειν και πειν και ανεστησαν παιζειν

μηδε πορνευωμεν καθως τινες αυτων επορνευσαν και επεσαν μια ημερα εικοσι τρεις χιλιαδες

μηδε εκπειραζωμεν τον κυριον καθως τινες αυτων επειρασαν και υπο των οφεων απωλλυντο

10 μηδε γογγυζετε καθαπερ τινες αυτων εγογγυσαν και απωλοντο υπο του ολοθρευτου

11 ταυτα δε τυπικως συνεβαινεν εκεινοις εγραφη δε προς νουθεσιαν ημων εις ους τα τελη των αιωνων κατηντηκεν

12 ωστε ο δοκων εσταναι βλεπετω μη πεση

13 πειρασμος υμας ουκ ειληφεν ει μη ανθρωπινος πιστος δε ο θεος ος ουκ εασει υμας πειρασθηναι υπερ ο δυνασθε αλλα ποιησει συν τω πειρασμω και την εκβασιν του δυνασθαι υπενεγκειν

14 διοπερ αγαπητοι μου φευγετε απο της ειδωλολατριας

15 ως φρονιμοις λεγω κρινατε υμεις ο φημι

16 το ποτηριον της ευλογιας ο ευλογουμεν ουχι κοινωνια εστιν του αιματος του χριστου τον αρτον ον κλωμεν ουχι κοινωνια του σωματος του χριστου εστιν

17 οτι εις αρτος εν σωμα οι πολλοι εσμεν οι γαρ παντες εκ του ενος αρτου μετεχομεν

18 βλεπετε τον ισραηλ κατα σαρκα ουχ οι εσθιοντες τας θυσιας κοινωνοι του θυσιαστηριου εισιν

19 τι ουν φημι οτι ειδωλοθυτον τι εστιν η οτι ειδωλον τι εστιν

20 αλλ οτι α θυουσιν [τα εθνη] δαιμονιοις και ου θεω θυουσιν ου θελω δε υμας κοινωνους των δαιμονιων γινεσθαι

21 ου δυνασθε ποτηριον κυριου πινειν και ποτηριον δαιμονιων ου δυνασθε τραπεζης κυριου μετεχειν και τραπεζης δαιμονιων

22 η παραζηλουμεν τον κυριον μη ισχυροτεροι αυτου εσμεν

23 παντα εξεστιν αλλ ου παντα συμφερει παντα εξεστιν αλλ ου παντα οικοδομει

24 μηδεις το εαυτου ζητειτω αλλα το του ετερου

25 παν το εν μακελλω πωλουμενον εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν

26 του κυριου γαρ η γη και το πληρωμα αυτης

27 ει τις καλει υμας των απιστων και θελετε πορευεσθαι παν το παρατιθεμενον υμιν εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν

28 εαν δε τις υμιν ειπη τουτο ιεροθυτον εστιν μη εσθιετε δι εκεινον τον μηνυσαντα και την συνειδησιν

29 συνειδησιν δε λεγω ουχι την εαυτου αλλα την του ετερου ινα τι γαρ η ελευθερια μου κρινεται υπο αλλης συνειδησεως

30 ει εγω χαριτι μετεχω τι βλασφημουμαι υπερ ου εγω ευχαριστω

31 ειτε ουν εσθιετε ειτε πινετε ειτε τι ποιειτε παντα εις δοξαν θεου ποιειτε

32 απροσκοποι και ιουδαιοις γινεσθε και ελλησιν και τη εκκλησια του θεου

33 καθως καγω παντα πασιν αρεσκω μη ζητων το εμαυτου συμφορον αλλα το των πολλων ινα σωθωσιν

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes