A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4SBL Greek New Testament (SBLGNT)

οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν [a]οὐρανῷ.

Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ, προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι’ ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.

Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.

Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα [b]γνῶτε τὰ περὶ [c]ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε.

10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν), 11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. 12 ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος [d]Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα [e]σταθῆτε τέλειοι καὶ [f]πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ. 13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει [g]πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. 14 ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. 15 ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ [h]Νύμφαν καὶ τὴν κατ’ οἶκον αὐτῆς ἐκκλησίαν. 16 καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ [i]Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 17 καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.

18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. ἡ χάρις μεθ’ [j]ὑμῶν.

Footnotes:

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:1 οὐρανῷ WH Treg NIV ] οὐρανοῖς RP
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:8 γνῶτε WH Treg NIV ] γνῷ RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:8 ἡμῶν WH Treg NIV ] ὑμῶν RP
  4. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:12 Χριστοῦ RP ] + Ἰησοῦ WH Treg NIV
  5. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:12 σταθῆτε WH Treg NIV ] στῆτε RP
  6. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:12 πεπληροφορημένοι WH Treg NIV ] πεπληρωμένοι RP
  7. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:13 πολὺν πόνον WH Treg NIV ] ζῆλον πολὺν RP
  8. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:15 Νύμφαν καὶ … οἶκον αὐτῆς WH NIV ] Νυμφᾶν καὶ … οἶκον αὐτῶν Treg; Νυμφᾶν καὶ … οἶκον αὐτοῦ RP
  9. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:16 Λαοδικέων WH Treg NIV ] Λαοδικαίων RP
  10. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:18 ὑμῶν WH Treg NIV ] + Ἀμήν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes