A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3SBL Greek New Testament (SBLGNT)

Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος· τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς, ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ [a]ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.

Νεκρώσατε οὖν τὰ [b]μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ [c]ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν [d]τούτοις· νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους· ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, 10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν, 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ [e]τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός.

12 Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν, 13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ [f]κύριος ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς· 14 ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, [g]ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος. 15 καὶ ἡ εἰρήνη τοῦ [h]Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. 16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς [i]ψαλμοῖς, [j]ὕμνοις, ᾠδαῖς πνευματικαῖς [k]ἐν χάριτι, ᾄδοντες ἐν [l]ταῖς καρδίαις ὑμῶν τῷ [m]θεῷ· 17 καὶ πᾶν [n]ὅ τι [o]ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ [p]θεῷ πατρὶ δι’ αὐτοῦ.

18 Αἱ γυναῖκες, ὑποτάσσεσθε [q]τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ. 19 οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.

20 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γὰρ [r]εὐάρεστόν ἐστιν ἐν κυρίῳ. 21 οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. 22 οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν [s]ὀφθαλμοδουλίαις, ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν [t]κύριον. 23 [u]ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, 24 εἰδότες ὅτι ἀπὸ κυρίου [v]ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· [w]τῷ κυρίῳ Χριστῷ δουλεύετε· 25 [x]γὰρ ἀδικῶν κομίσεται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία.

Footnotes:

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:4 ὑμῶν Treg NIV ] ἡμῶν WH RP
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:5 μέλη WH Treg NA ] + ὑμῶν NIV RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:6 ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας RP NA ] – WH Treg NIV
  4. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:7 τούτοις WH Treg NIV ] αὐτοῖς RP
  5. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:11 τὰ Treg NIV RP ] – WH
  6. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:13 κύριος WH Treg NIV ] Χριστὸς RP
  7. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:14 WH Treg NIV ] ἥτις RP
  8. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:15 Χριστοῦ WH Treg NIV ] θεοῦ RP
  9. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ψαλμοῖς WH Treg NIV ] + καὶ RP
  10. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ὕμνοις WH Treg NIV ] + καὶ RP
  11. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ἐν WH RP ] + τῇ Treg NIV
  12. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ταῖς καρδίαις WH Treg NIV ] τῇ καρδίᾳ RP
  13. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 θεῷ WH Treg NIV ] κυρίῳ RP
  14. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:17 ὅ τι Treg NIV RP ] ὅτι WH
  15. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:17 ἐὰν WH Treg NIV ] ἂν RP
  16. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:17 θεῷ WH Treg NIV ] + καὶ RP
  17. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:18 τοῖς WH Treg NIV ] + ἰδίοις RP
  18. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:20 εὐάρεστόν ἐστιν WH Treg NIV ] ἐστιν εὐάρεστον RP
  19. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:22 ὀφθαλμοδουλίαις WH Treg RP ] ὀφθαλμοδουλίᾳ NIV
  20. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:22 κύριον WH Treg NIV ] θεόν RP
  21. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:23 WH Treg NIV ] καὶ πᾶν ὃ τι RP
  22. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:24 ἀπολήμψεσθε WH Treg NIV ] λήψεσθε RP
  23. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:24 τῷ WH Treg NIV ] + γὰρ RP
  24. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:25 γὰρ WH Treg NIV ] δὲ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes