A A A A A
Bible Book List

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2SBL Greek New Testament (SBLGNT)

Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐτόν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς [a]μηδὲ θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι’ ἐπιστολῆς ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ [b]κυρίου. μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς [c]ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ [d]θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν θεός. οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ [e]ἑαυτοῦ καιρῷ· τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται. καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος [f]Ἰησοῦς [g]ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους 10 καὶ ἐν πάσῃ ἀπάτῃ [h]ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς· 11 καὶ διὰ τοῦτο [i]πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, 12 ἵνα κριθῶσιν [j]πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκήσαντες [k]τῇ ἀδικίᾳ.

13 Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς [l]ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας, 14 εἰς [m]ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 15 ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι’ ἐπιστολῆς ἡμῶν.

16 Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ [n]θεὸς [o]ὁ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17 παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ [p]στηρίξαι ἐν παντὶ [q]ἔργῳ καὶ λόγῳ ἀγαθῷ.

Footnotes:

  1. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:2 μηδὲ WH Treg NIV ] μήτε RP
  2. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:2 κυρίου WH Treg NIV ] Χριστοῦ RP
  3. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:3 ἀνομίας WH Treg NIV ] ἁμαρτίας RP
  4. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:4 θεοῦ WH Treg NIV ] + ὡς θεὸν RP
  5. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:6 ἑαυτοῦ NIV RP ] αὐτοῦ WH Treg
  6. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:8 Ἰησοῦς WH Treg NIV ] – RP
  7. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:8 ἀνελεῖ WH Treg NIV ] ἀναλώσει RP
  8. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:10 ἀδικίας WH Treg NIV ] τῆς ἀδικίας ἐν RP
  9. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:11 πέμπει WH Treg NIV ] πέμψει RP
  10. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:12 πάντες WH Treg NIV ] ἅπαντες RP
  11. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:12 τῇ WH Treg NIV ] ἐν τῇ RP
  12. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:13 ἀπαρχὴν Holmes WHmarg NA ] ἀπ᾽ ἀρχῆς WH Treg NIV RP
  13. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:14 WH Treg RP ] + καὶ NIV
  14. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:16 θεὸς Treg ] ὁ θεὸς WH NIV RP
  15. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:16 WH Treg NIV ] καὶ RP
  16. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:17 στηρίξαι WH Treg NIV ] + ὑμᾶς RP
  17. ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 2:17 ἔργῳ καὶ λόγῳ WH Treg NIV ] λόγῳ καὶ ἔργῳ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes