A A A A A
Bible Book List

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 51881 Westcott-Hort New Testament (WHNU)

περι δε των χρονων και των καιρων αδελφοι ου χρειαν εχετε υμιν γραφεσθαι

αυτοι γαρ ακριβως οιδατε οτι ημερα κυριου ως κλεπτης εν νυκτι ουτως ερχεται

οταν λεγωσιν ειρηνη και ασφαλεια τοτε αιφνιδιος αυτοις επισταται ολεθρος ωσπερ η ωδιν τη εν γαστρι εχουση και ου μη εκφυγωσιν

υμεις δε αδελφοι ουκ εστε εν σκοτει ινα η ημερα υμας ως κλεπτας καταλαβη

παντες γαρ υμεις υιοι φωτος εστε και υιοι ημερας ουκ εσμεν νυκτος ουδε σκοτους

αρα ουν μη καθευδωμεν ως οι λοιποι αλλα γρηγορωμεν και νηφωμεν

οι γαρ καθευδοντες νυκτος καθευδουσιν και οι μεθυσκομενοι νυκτος μεθυουσιν

ημεις δε ημερας οντες νηφωμεν ενδυσαμενοι θωρακα πιστεως και αγαπης και περικεφαλαιαν ελπιδα σωτηριας

οτι ουκ εθετο ημας ο θεος εις οργην αλλα εις περιποιησιν σωτηριας δια του κυριου ημων ιησου [χριστου]

10 του αποθανοντος περι ημων ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζησωμεν

11 διο παρακαλειτε αλληλους και οικοδομειτε εις τον ενα καθως και ποιειτε

12 ερωτωμεν δε υμας αδελφοι ειδεναι τους κοπιωντας εν υμιν και προισταμενους υμων εν κυριω και νουθετουντας υμας

13 και ηγεισθαι αυτους υπερεκπερισσου εν αγαπη δια το εργον αυτων ειρηνευετε εν εαυτοις

14 παρακαλουμεν δε υμας αδελφοι νουθετειτε τους ατακτους παραμυθεισθε τους ολιγοψυχους αντεχεσθε των ασθενων μακροθυμειτε προς παντας

15 ορατε μη τις κακον αντι κακου τινι αποδω αλλα παντοτε το αγαθον διωκετε εις αλληλους και εις παντας

16 παντοτε χαιρετε

17 αδιαλειπτως προσευχεσθε

18 εν παντι ευχαριστειτε τουτο γαρ θελημα θεου εν χριστω ιησου εις υμας

19 το πνευμα μη σβεννυτε

20 προφητειας μη εξουθενειτε

21 παντα [δε] δοκιμαζετε το καλον κατεχετε

22 απο παντος ειδους πονηρου απεχεσθε

23 αυτος δε ο θεος της ειρηνης αγιασαι υμας ολοτελεις και ολοκληρον υμων το πνευμα και η ψυχη και το σωμα αμεμπτως εν τη παρουσια του κυριου ημων ιησου χριστου τηρηθειη

24 πιστος ο καλων υμας ος και ποιησει

25 αδελφοι προσευχεσθε [και] περι ημων

26 ασπασασθε τους αδελφους παντας εν φιληματι αγιω

27 ενορκιζω υμας τον κυριον αναγνωσθηναι την επιστολην πασιν τοις αδελφοις

28 η χαρις του κυριου ημων ιησου χριστου μεθ υμων

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes