A A A A A
Bible Book List

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 41881 Westcott-Hort New Testament (WHNU)

λοιπον αδελφοι ερωτωμεν υμας και παρακαλουμεν εν κυριω ιησου [ινα] καθως παρελαβετε παρ ημων το πως δει υμας περιπατειν και αρεσκειν θεω καθως και περιπατειτε ινα περισσευητε μαλλον

οιδατε γαρ τινας παραγγελιας εδωκαμεν υμιν δια του κυριου ιησου

τουτο γαρ εστιν θελημα του θεου ο αγιασμος υμων απεχεσθαι υμας απο της πορνειας

ειδεναι εκαστον υμων το εαυτου σκευος κτασθαι εν αγιασμω και τιμη

μη εν παθει επιθυμιας καθαπερ και τα εθνη τα μη ειδοτα τον θεον

το μη υπερβαινειν και πλεονεκτειν εν τω πραγματι τον αδελφον αυτου διοτι εκδικος κυριος περι παντων τουτων καθως και προειπαμεν υμιν και διεμαρτυραμεθα

ου γαρ εκαλεσεν ημας ο θεος επι ακαθαρσια αλλ εν αγιασμω

τοιγαρουν ο αθετων ουκ ανθρωπον αθετει αλλα τον θεον τον διδοντα το πνευμα αυτου το αγιον εις υμας

περι δε της φιλαδελφιας ου χρειαν εχετε γραφειν υμιν αυτοι γαρ υμεις θεοδιδακτοι εστε εις το αγαπαν αλληλους

10 και γαρ ποιειτε αυτο εις παντας τους αδελφους [τους] εν ολη τη μακεδονια παρακαλουμεν δε υμας αδελφοι περισσευειν μαλλον

11 και φιλοτιμεισθαι ησυχαζειν και πρασσειν τα ιδια και εργαζεσθαι ταις χερσιν υμων καθως υμιν παρηγγειλαμεν

12 ινα περιπατητε ευσχημονως προς τους εξω και μηδενος χρειαν εχητε

13 ου θελομεν δε υμας αγνοειν αδελφοι περι των κοιμωμενων ινα μη λυπησθε καθως και οι λοιποι οι μη εχοντες ελπιδα

14 ει γαρ πιστευομεν οτι ιησους απεθανεν και ανεστη ουτως και ο θεος τους κοιμηθεντας δια του ιησου αξει συν αυτω

15 τουτο γαρ υμιν λεγομεν εν λογω κυριου οτι ημεις οι ζωντες οι περιλειπομενοι εις την παρουσιαν του κυριου ου μη φθασωμεν τους κοιμηθεντας

16 οτι αυτος ο κυριος εν κελευσματι εν φωνη αρχαγγελου και εν σαλπιγγι θεου καταβησεται απ ουρανου και οι νεκροι εν χριστω αναστησονται πρωτον

17 επειτα ημεις οι ζωντες οι περιλειπομενοι αμα συν αυτοις αρπαγησομεθα εν νεφελαις εις απαντησιν του κυριου εις αερα και ουτως παντοτε συν κυριω εσομεθα

18 ωστε παρακαλειτε αλληλους εν τοις λογοις τουτοις

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes