A A A A A
Bible Book List

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3SBL Greek New Testament (SBLGNT)

Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν [a]Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς [b]ἐν τῷ οἴκῳ αὐτοῦ. πλείονος γὰρ [c]οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ [d]δὲ πάντα κατασκευάσας θεός. καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· [e]ὅς οἶκός ἐσμεν ἡμεῖς, [f]ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς [g]ἐλπίδος κατάσχωμεν.

Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ [h]ἐπείρασαν οἱ πατέρες ὑμῶν [i]ἐν δοκιμασίᾳ καὶ εἶδον τὰ ἔργα μου 10 τεσσεράκοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ [j]ταύτῃ καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· 11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. 12 βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος, 13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ [k]τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας· 14 μέτοχοι γὰρ [l]τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν. 15 ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. 16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως; 17 τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; 18 τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν; 19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν.

Footnotes:

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:1 Ἰησοῦν WH Treg NIV ] + Χριστόν RP
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:2 ἐν Holmes WHmarg ] + ὅλῳ WH Treg NIV RP
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:3 οὗτος δόξης WH Treg NIV ] δόξης οὗτος RP
  4. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:4 δὲ WH Treg NIV ] + τὰ RP
  5. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:6 ὅς Holmes ] οὗ WH Treg NIV RP
  6. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:6 ἐὰν WH Treg ] ἐάνπερ NIV RP
  7. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:6 ἐλπίδος NIV ] + μέχρι τέλους βεβαίαν WH Treg RP
  8. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:9 ἐπείρασαν WH Treg NIV ] + με RP
  9. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:9 ἐν δοκιμασίᾳ WH Treg NIV ] ἐδοκιμασάν με RP
  10. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:10 ταύτῃ WH Treg NIV ] ἐκείνῃ RP
  11. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:13 τις ἐξ ὑμῶν WH Treg NIV ] ἐξ ὑμῶν τις RP
  12. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:14 τοῦ Χριστοῦ γεγόναμεν WH Treg NIV ] γεγόναμεν τοῦ Χριστοῦ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes