A A A A A
Bible Book List

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 101881 Westcott-Hort New Testament (WHNU)

10 σκιαν γαρ εχων ο νομος των μελλοντων αγαθων ουκ αυτην την εικονα των πραγματων κατ ενιαυτον ταις αυταις θυσιαις ας προσφερουσιν εις το διηνεκες ουδεποτε δυνανται τους προσερχομενους τελειωσαι

επει ουκ αν επαυσαντο προσφερομεναι δια το μηδεμιαν εχειν ετι συνειδησιν αμαρτιων τους λατρευοντας απαξ κεκαθαρισμενους

αλλ εν αυταις αναμνησις αμαρτιων κατ ενιαυτον

αδυνατον γαρ αιμα ταυρων και τραγων αφαιρειν αμαρτιας

διο εισερχομενος εις τον κοσμον λεγει θυσιαν και προσφοραν ουκ ηθελησας σωμα δε κατηρτισω μοι

ολοκαυτωματα και περι αμαρτιας ουκ ευδοκησας

τοτε ειπον ιδου ηκω εν κεφαλιδι βιβλιου γεγραπται περι εμου του ποιησαι ο θεος το θελημα σου

ανωτερον λεγων οτι θυσιας και προσφορας και ολοκαυτωματα και περι αμαρτιας ουκ ηθελησας ουδε ευδοκησας αιτινες κατα νομον προσφερονται

τοτε ειρηκεν ιδου ηκω του ποιησαι το θελημα σου αναιρει το πρωτον ινα το δευτερον στηση

10 εν ω θεληματι ηγιασμενοι εσμεν δια της προσφορας του σωματος ιησου χριστου εφαπαξ

11 και πας μεν ιερευς εστηκεν καθ ημεραν λειτουργων και τας αυτας πολλακις προσφερων θυσιας αιτινες ουδεποτε δυνανται περιελειν αμαρτιας

12 ουτος δε μιαν υπερ αμαρτιων προσενεγκας θυσιαν εις το διηνεκες εκαθισεν εν δεξια του θεου

13 το λοιπον εκδεχομενος εως τεθωσιν οι εχθροι αυτου υποποδιον των ποδων αυτου

14 μια γαρ προσφορα τετελειωκεν εις το διηνεκες τους αγιαζομενους

15 μαρτυρει δε ημιν και το πνευμα το αγιον μετα γαρ το ειρηκεναι

16 αυτη η διαθηκη ην διαθησομαι προς αυτους μετα τας ημερας εκεινας λεγει κυριος διδους νομους μου επι καρδιας αυτων και επι την διανοιαν αυτων επιγραψω αυτους

17 και των αμαρτιων αυτων και των ανομιων αυτων ου μη μνησθησομαι ετι

18 οπου δε αφεσις τουτων ουκετι προσφορα περι αμαρτιας

19 εχοντες ουν αδελφοι παρρησιαν εις την εισοδον των αγιων εν τω αιματι ιησου

20 ην ενεκαινισεν ημιν οδον προσφατον και ζωσαν δια του καταπετασματος τουτ εστιν της σαρκος αυτου

21 και ιερεα μεγαν επι τον οικον του θεου

22 προσερχωμεθα μετα αληθινης καρδιας εν πληροφορια πιστεως ρεραντισμενοι τας καρδιας απο συνειδησεως πονηρας και λελουσμενοι το σωμα υδατι καθαρω

23 κατεχωμεν την ομολογιαν της ελπιδος ακλινη πιστος γαρ ο επαγγειλαμενος

24 και κατανοωμεν αλληλους εις παροξυσμον αγαπης και καλων εργων

25 μη εγκαταλειποντες την επισυναγωγην εαυτων καθως εθος τισιν αλλα παρακαλουντες και τοσουτω μαλλον οσω βλεπετε εγγιζουσαν την ημεραν

26 εκουσιως γαρ αμαρτανοντων ημων μετα το λαβειν την επιγνωσιν της αληθειας ουκετι περι αμαρτιων απολειπεται θυσια

27 φοβερα δε τις εκδοχη κρισεως και πυρος ζηλος εσθιειν μελλοντος τους υπεναντιους

28 αθετησας τις νομον μωυσεως χωρις οικτιρμων επι δυσιν η τρισιν μαρτυσιν αποθνησκει

29 ποσω δοκειτε χειρονος αξιωθησεται τιμωριας ο τον υιον του θεου καταπατησας και το αιμα της διαθηκης κοινον ηγησαμενος εν ω ηγιασθη και το πνευμα της χαριτος ενυβρισας

30 οιδαμεν γαρ τον ειποντα εμοι εκδικησις εγω ανταποδωσω και παλιν κρινει κυριος τον λαον αυτου

31 φοβερον το εμπεσειν εις χειρας θεου ζωντος

32 αναμιμνησκεσθε δε τας προτερον ημερας εν αις φωτισθεντες πολλην αθλησιν υπεμεινατε παθηματων

33 τουτο μεν ονειδισμοις τε και θλιψεσιν θεατριζομενοι τουτο δε κοινωνοι των ουτως αναστρεφομενων γενηθεντες

34 και γαρ τοις δεσμιοις συνεπαθησατε και την αρπαγην των υπαρχοντων υμων μετα χαρας προσεδεξασθε γινωσκοντες εχειν εαυτους κρειττονα υπαρξιν και μενουσαν

35 μη αποβαλητε ουν την παρρησιαν υμων ητις εχει μεγαλην μισθαποδοσιαν

36 υπομονης γαρ εχετε χρειαν ινα το θελημα του θεου ποιησαντες κομισησθε την επαγγελιαν

37 ετι γαρ μικρον οσον οσον ο ερχομενος ηξει και ου χρονισει

38 ο δε δικαιος [μου] εκ πιστεως ζησεται και εαν υποστειληται ουκ ευδοκει η ψυχη μου εν αυτω

39 ημεις δε ουκ εσμεν υποστολης εις απωλειαν αλλα πιστεως εις περιποιησιν ψυχης

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes