Add parallel Print Page Options

αδελφοι εαν και προλημφθη ανθρωπος εν τινι παραπτωματι υμεις οι πνευματικοι καταρτιζετε τον τοιουτον εν πνευματι πραυτητος σκοπων σεαυτον μη και συ πειρασθης

αλληλων τα βαρη βασταζετε και ουτως αναπληρωσατε τον νομον του χριστου

ει γαρ δοκει τις ειναι τι μηδεν ων φρεναπατα εαυτον

το δε εργον εαυτου δοκιμαζετω [εκαστος] και τοτε εις εαυτον μονον το καυχημα εξει και ουκ εις τον ετερον

εκαστος γαρ το ιδιον φορτιον βαστασει

κοινωνειτω δε ο κατηχουμενος τον λογον τω κατηχουντι εν πασιν αγαθοις

μη πλανασθε θεος ου μυκτηριζεται ο γαρ εαν σπειρη ανθρωπος τουτο και θερισει

οτι ο σπειρων εις την σαρκα εαυτου εκ της σαρκος θερισει φθοραν ο δε σπειρων εις το πνευμα εκ του πνευματος θερισει ζωην αιωνιον

το δε καλον ποιουντες μη εγκακωμεν καιρω γαρ ιδιω θερισομεν μη εκλυομενοι

10 αρα ουν ως καιρον εχωμεν εργαζωμεθα το αγαθον προς παντας μαλιστα δε προς τους οικειους της πιστεως

11 ιδετε πηλικοις υμιν γραμμασιν εγραψα τη εμη χειρι

12 οσοι θελουσιν ευπροσωπησαι εν σαρκι ουτοι αναγκαζουσιν υμας περιτεμνεσθαι μονον ινα τω σταυρω του χριστου [ιησου] μη διωκωνται

13 ουδε γαρ οι περιτεμνομενοι αυτοι νομον φυλασσουσιν αλλα θελουσιν υμας περιτεμνεσθαι ινα εν τη υμετερα σαρκι καυχησωνται

14 εμοι δε μη γενοιτο καυχασθαι ει μη εν τω σταυρω του κυριου ημων ιησου χριστου δι ου εμοι κοσμος εσταυρωται καγω κοσμω

15 ουτε γαρ περιτομη τι εστιν ουτε ακροβυστια αλλα καινη κτισις

16 και οσοι τω κανονι τουτω στοιχησουσιν ειρηνη επ αυτους και ελεος και επι τον ισραηλ του θεου

17 του λοιπου κοπους μοι μηδεις παρεχετω εγω γαρ τα στιγματα του ιησου εν τω σωματι μου βασταζω

18 η χαρις του κυριου [ημων] ιησου χριστου μετα του πνευματος υμων αδελφοι αμην

Bible Gateway Sponsors