A A A A A
Bible Book List

ΠΡΟΣ ΓΑΛΑΤΑΣ 41881 Westcott-Hort New Testament (WHNU)

λεγω δε εφ οσον χρονον ο κληρονομος νηπιος εστιν ουδεν διαφερει δουλου κυριος παντων ων

αλλα υπο επιτροπους εστιν και οικονομους αχρι της προθεσμιας του πατρος

ουτως και ημεις οτε ημεν νηπιοι υπο τα στοιχεια του κοσμου ημεθα δεδουλωμενοι

οτε δε ηλθεν το πληρωμα του χρονου εξαπεστειλεν ο θεος τον υιον αυτου γενομενον εκ γυναικος γενομενον υπο νομον

ινα τους υπο νομον εξαγοραση ινα την υιοθεσιαν απολαβωμεν

οτι δε εστε υιοι εξαπεστειλεν ο θεος το πνευμα του υιου αυτου εις τας καρδιας ημων κραζον αββα ο πατηρ

ωστε ουκετι ει δουλος αλλα υιος ει δε υιος και κληρονομος δια θεου

αλλα τοτε μεν ουκ ειδοτες θεον εδουλευσατε τοις φυσει μη ουσιν θεοις

νυν δε γνοντες θεον μαλλον δε γνωσθεντες υπο θεου πως επιστρεφετε παλιν επι τα ασθενη και πτωχα στοιχεια οις παλιν ανωθεν δουλευσαι θελετε

10 ημερας παρατηρεισθε και μηνας και καιρους και ενιαυτους

11 φοβουμαι υμας μη πως εικη κεκοπιακα εις υμας

12 γινεσθε ως εγω οτι καγω ως υμεις αδελφοι δεομαι υμων ουδεν με ηδικησατε

13 οιδατε δε οτι δι ασθενειαν της σαρκος ευηγγελισαμην υμιν το προτερον

14 και τον πειρασμον υμων εν τη σαρκι μου ουκ εξουθενησατε ουδε εξεπτυσατε αλλα ως αγγελον θεου εδεξασθε με ως χριστον ιησουν

15 που ουν ο μακαρισμος υμων μαρτυρω γαρ υμιν οτι ει δυνατον τους οφθαλμους υμων εξορυξαντες εδωκατε μοι

16 ωστε εχθρος υμων γεγονα αληθευων υμιν

17 ζηλουσιν υμας ου καλως αλλα εκκλεισαι υμας θελουσιν ινα αυτους ζηλουτε

18 καλον δε ζηλουσθαι εν καλω παντοτε και μη μονον εν τω παρειναι με προς υμας

19 τεκνια μου ους παλιν ωδινω μεχρις ου μορφωθη χριστος εν υμιν

20 ηθελον δε παρειναι προς υμας αρτι και αλλαξαι την φωνην μου οτι απορουμαι εν υμιν

21 λεγετε μοι οι υπο νομον θελοντες ειναι τον νομον ουκ ακουετε

22 γεγραπται γαρ οτι αβρααμ δυο υιους εσχεν ενα εκ της παιδισκης και ενα εκ της ελευθερας

23 αλλ ο [μεν] εκ της παιδισκης κατα σαρκα γεγεννηται ο δε εκ της ελευθερας δι επαγγελιας

24 ατινα εστιν αλληγορουμενα αυται γαρ εισιν δυο διαθηκαι μια μεν απο ορους σινα εις δουλειαν γεννωσα ητις εστιν αγαρ

25 το δε αγαρ σινα ορος εστιν εν τη αραβια συστοιχει δε τη νυν ιερουσαλημ δουλευει γαρ μετα των τεκνων αυτης

26 η δε ανω ιερουσαλημ ελευθερα εστιν ητις εστιν μητηρ ημων

27 γεγραπται γαρ ευφρανθητι στειρα η ου τικτουσα ρηξον και βοησον η ουκ ωδινουσα οτι πολλα τα τεκνα της ερημου μαλλον η της εχουσης τον ανδρα

28 ημεις δε αδελφοι κατα ισαακ επαγγελιας τεκνα εσμεν

29 αλλ ωσπερ τοτε ο κατα σαρκα γεννηθεις εδιωκεν τον κατα πνευμα ουτως και νυν

30 αλλα τι λεγει η γραφη εκβαλε την παιδισκην και τον υιον αυτης ου γαρ μη κληρονομησει ο υιος της παιδισκης μετα του υιου της ελευθερας

31 διο αδελφοι ουκ εσμεν παιδισκης τεκνα αλλα της ελευθερας

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes