A A A A A
Bible Book List

ΠΡΟΣ ΓΑΛΑΤΑΣ 31881 Westcott-Hort New Testament (WHNU)

ω ανοητοι γαλαται τις υμας εβασκανεν οις κατ οφθαλμους ιησους χριστος προεγραφη εσταυρωμενος

τουτο μονον θελω μαθειν αφ υμων εξ εργων νομου το πνευμα ελαβετε η εξ ακοης πιστεως

ουτως ανοητοι εστε εναρξαμενοι πνευματι νυν σαρκι επιτελεισθε

τοσαυτα επαθετε εικη ει γε και εικη

ο ουν επιχορηγων υμιν το πνευμα και ενεργων δυναμεις εν υμιν εξ εργων νομου η εξ ακοης πιστεως

καθως αβρααμ επιστευσεν τω θεω και ελογισθη αυτω εις δικαιοσυνην

γινωσκετε αρα οτι οι εκ πιστεως ουτοι υιοι εισιν αβρααμ

προιδουσα δε η γραφη οτι εκ πιστεως δικαιοι τα εθνη ο θεος προευηγγελισατο τω αβρααμ οτι ενευλογηθησονται εν σοι παντα τα εθνη

ωστε οι εκ πιστεως ευλογουνται συν τω πιστω αβρααμ

10 οσοι γαρ εξ εργων νομου εισιν υπο καταραν εισιν γεγραπται γαρ οτι επικαταρατος πας ος ουκ εμμενει πασιν τοις γεγραμμενοις εν τω βιβλιω του νομου του ποιησαι αυτα

11 οτι δε εν νομω ουδεις δικαιουται παρα τω θεω δηλον οτι ο δικαιος εκ πιστεως ζησεται

12 ο δε νομος ουκ εστιν εκ πιστεως αλλ ο ποιησας αυτα ζησεται εν αυτοις

13 χριστος ημας εξηγορασεν εκ της καταρας του νομου γενομενος υπερ ημων καταρα οτι γεγραπται επικαταρατος πας ο κρεμαμενος επι ξυλου

14 ινα εις τα εθνη η ευλογια του αβρααμ γενηται εν ιησου χριστω ινα την επαγγελιαν του πνευματος λαβωμεν δια της πιστεως

15 αδελφοι κατα ανθρωπον λεγω ομως ανθρωπου κεκυρωμενην διαθηκην ουδεις αθετει η επιδιατασσεται

16 τω δε αβρααμ ερρεθησαν αι επαγγελιαι και τω σπερματι αυτου ου λεγει και τοις σπερμασιν ως επι πολλων αλλ ως εφ ενος και τω σπερματι σου ος εστιν χριστος

17 τουτο δε λεγω διαθηκην προκεκυρωμενην υπο του θεου ο μετα τετρακοσια και τριακοντα ετη γεγονως νομος ουκ ακυροι εις το καταργησαι την επαγγελιαν

18 ει γαρ εκ νομου η κληρονομια ουκετι εξ επαγγελιας τω δε αβρααμ δι επαγγελιας κεχαρισται ο θεος

19 τι ουν ο νομος των παραβασεων χαριν προσετεθη αχρις αν ελθη το σπερμα ω επηγγελται διαταγεις δι αγγελων εν χειρι μεσιτου

20 ο δε μεσιτης ενος ουκ εστιν ο δε θεος εις εστιν

21 ο ουν νομος κατα των επαγγελιων [του θεου] μη γενοιτο ει γαρ εδοθη νομος ο δυναμενος ζωοποιησαι οντως εν νομω αν ην η δικαιοσυνη

22 αλλα συνεκλεισεν η γραφη τα παντα υπο αμαρτιαν ινα η επαγγελια εκ πιστεως ιησου χριστου δοθη τοις πιστευουσιν

23 προ του δε ελθειν την πιστιν υπο νομον εφρουρουμεθα συγκλειομενοι εις την μελλουσαν πιστιν αποκαλυφθηναι

24 ωστε ο νομος παιδαγωγος ημων γεγονεν εις χριστον ινα εκ πιστεως δικαιωθωμεν

25 ελθουσης δε της πιστεως ουκετι υπο παιδαγωγον εσμεν

26 παντες γαρ υιοι θεου εστε δια της πιστεως εν χριστω ιησου

27 οσοι γαρ εις χριστον εβαπτισθητε χριστον ενεδυσασθε

28 ουκ ενι ιουδαιος ουδε ελλην ουκ ενι δουλος ουδε ελευθερος ουκ ενι αρσεν και θηλυ παντες γαρ υμεις εις εστε εν χριστω ιησου

29 ει δε υμεις χριστου αρα του αβρααμ σπερμα εστε κατ επαγγελιαν κληρονομοι

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes