A A A A A
Bible Book List

ΠΕΤΡΟΥ Β΄ 2SBL Greek New Testament (SBLGNT)

Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι’ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ [a]νυστάζει.

Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ [b]σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας [c]καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων [d]ἀσεβέσιν τεθεικώς, καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο— βλέμματι γὰρ καὶ ἀκοῇ [e]ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν— οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, 10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας.

Τολμηταὶ, αὐθάδεις, δόξας οὐ τρέμουσιν, βλασφημοῦντες, 11 ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατ’ [f]αὐτῶν βλάσφημον κρίσιν. 12 οὗτοι δέ, ὡς ἄλογα ζῷα [g]γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν [h]καὶ φθαρήσονται, 13 [i]ἀδικούμενοι μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς [j]ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν, 14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ [k]ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα, 15 [l]καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ [m]Βοσὸρ ὃς μισθὸν ἀδικίας ἠγάπησεν 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.

17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι [n]καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ [o]σκότους τετήρηται. 18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς [p]ὀλίγως [q]ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ [r]καὶ δεδούλωται. 20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ [s]κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν [t]ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· 22 [u]συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· Ὗς λουσαμένη εἰς [v]κυλισμὸν βορβόρου.

Footnotes:

  1. ΠΕΤΡΟΥ Β΄ 2:3 νυστάζει WH Treg NIV] νυστάξει RP
  2. ΠΕΤΡΟΥ Β΄ 2:4 σειραῖς RP NA] σιροις WH Treg NIV
  3. ΠΕΤΡΟΥ Β΄ 2:6 καταστροφῇ Treg RP NA] – WH NIV
  4. ΠΕΤΡΟΥ Β΄ 2:6 ἀσεβέσιν WH NIV] ἀσεβεῖν Treg RP
  5. ΠΕΤΡΟΥ Β΄ 2:8 Treg NIV RP] – WH
  6. ΠΕΤΡΟΥ Β΄ 2:11 αὐτῶν Holmes WHmarg] + παρὰ κυρίῳ WH Treg RP; + παρὰ κυρίου NIV
  7. ΠΕΤΡΟΥ Β΄ 2:12 γεγεννημένα φυσικὰ WH Treg NIV] φυσικὰ γεγενημένα RP
  8. ΠΕΤΡΟΥ Β΄ 2:12 καὶ φθαρήσονται WH Treg NIV] καταφθαρήσονται RP
  9. ΠΕΤΡΟΥ Β΄ 2:13 ἀδικούμενοι WH NIV] κομιούμενοι Treg RP
  10. ΠΕΤΡΟΥ Β΄ 2:13 ἀπάταις WH NIV RP] ἀγάπαις Treg
  11. ΠΕΤΡΟΥ Β΄ 2:14 ἀκαταπαύστους Treg NIV RP] ἀκαταπάστους WH
  12. ΠΕΤΡΟΥ Β΄ 2:15 καταλιπόντες Treg RP] καταλείποντες WH NIV
  13. ΠΕΤΡΟΥ Β΄ 2:15 Βοσὸρ Treg RP NA] Βεὼρ WH NIV
  14. ΠΕΤΡΟΥ Β΄ 2:17 καὶ ὁμίχλαι WH Treg NIV] νεφέλαι RP
  15. ΠΕΤΡΟΥ Β΄ 2:17 σκότους WH Treg NIV] + εἰς αἰῶνα RP
  16. ΠΕΤΡΟΥ Β΄ 2:18 ὀλίγως WH Treg NIV] ὄντως RP
  17. ΠΕΤΡΟΥ Β΄ 2:18 ἀποφεύγοντας WH Treg NIV] ἀποφυγόντας RP
  18. ΠΕΤΡΟΥ Β΄ 2:19 καὶ Treg RP] – WH NIV
  19. ΠΕΤΡΟΥ Β΄ 2:20 κυρίου WH Treg RP] + ἡμῶν NIV
  20. ΠΕΤΡΟΥ Β΄ 2:21 ὑποστρέψαι WH Treg NIV] ἐπιστρέψαι RP
  21. ΠΕΤΡΟΥ Β΄ 2:22 συμβέβηκεν WH Treg NIV] + δὲ RP
  22. ΠΕΤΡΟΥ Β΄ 2:22 κυλισμὸν WH Treg NIV] κύλισμα RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes