A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 81881 Westcott-Hort New Testament (WHNU)

καταβαντος δε αυτου απο του ορους ηκολουθησαν αυτω οχλοι πολλοι

και ιδου λεπρος προσελθων προσεκυνει αυτω λεγων κυριε εαν θελης δυνασαι με καθαρισαι

και εκτεινας την χειρα ηψατο αυτου λεγων θελω καθαρισθητι και ευθεως εκαθαρισθη αυτου η λεπρα

και λεγει αυτω ο ιησους ορα μηδενι ειπης αλλα υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκον το δωρον ο προσεταξεν μωυσης εις μαρτυριον αυτοις

εισελθοντος δε αυτου εις καφαρναουμ προσηλθεν αυτω εκατονταρχος παρακαλων αυτον

και λεγων κυριε ο παις μου βεβληται εν τη οικια παραλυτικος δεινως βασανιζομενος

λεγει αυτω εγω ελθων θεραπευσω αυτον

αποκριθεις δε ο εκατονταρχος εφη κυριε ουκ ειμι ικανος ινα μου υπο την στεγην εισελθης αλλα μονον ειπε λογω και ιαθησεται ο παις μου

και γαρ εγω ανθρωπος ειμι υπο εξουσιαν [τασσομενος] εχων υπ εμαυτον στρατιωτας και λεγω τουτω πορευθητι και πορευεται και αλλω ερχου και ερχεται και τω δουλω μου ποιησον τουτο και ποιει

10 ακουσας δε ο ιησους εθαυμασεν και ειπεν τοις ακολουθουσιν αμην λεγω υμιν παρ ουδενι τοσαυτην πιστιν εν τω ισραηλ ευρον

11 λεγω δε υμιν οτι πολλοι απο ανατολων και δυσμων ηξουσιν και ανακλιθησονται μετα αβρααμ και ισαακ και ιακωβ εν τη βασιλεια των ουρανων

12 οι δε υιοι της βασιλειας εκβληθησονται εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων

13 και ειπεν ο ιησους τω εκατονταρχη υπαγε ως επιστευσας γενηθητω σοι και ιαθη ο παις εν τη ωρα εκεινη

14 και ελθων ο ιησους εις την οικιαν πετρου ειδεν την πενθεραν αυτου βεβλημενην και πυρεσσουσαν

15 και ηψατο της χειρος αυτης και αφηκεν αυτην ο πυρετος και ηγερθη και διηκονει αυτω

16 οψιας δε γενομενης προσηνεγκαν αυτω δαιμονιζομενους πολλους και εξεβαλεν τα πνευματα λογω και παντας τους κακως εχοντας εθεραπευσεν

17 οπως πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντος αυτος τας ασθενειας ημων ελαβεν και τας νοσους εβαστασεν

18 ιδων δε ο ιησους οχλον περι αυτον εκελευσεν απελθειν εις το περαν

19 και προσελθων εις γραμματευς ειπεν αυτω διδασκαλε ακολουθησω σοι οπου εαν απερχη

20 και λεγει αυτω ο ιησους αι αλωπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεις ο δε υιος του ανθρωπου ουκ εχει που την κεφαλην κλινη

21 ετερος δε των μαθητων ειπεν αυτω κυριε επιτρεψον μοι πρωτον απελθειν και θαψαι τον πατερα μου

22 ο δε ιησους λεγει αυτω ακολουθει μοι και αφες τους νεκρους θαψαι τους εαυτων νεκρους

23 και εμβαντι αυτω εις πλοιον ηκολουθησαν αυτω οι μαθηται αυτου

24 και ιδου σεισμος μεγας εγενετο εν τη θαλασση ωστε το πλοιον καλυπτεσθαι υπο των κυματων αυτος δε εκαθευδεν

25 και προσελθοντες ηγειραν αυτον λεγοντες κυριε σωσον απολλυμεθα

26 και λεγει αυτοις τι δειλοι εστε ολιγοπιστοι τοτε εγερθεις επετιμησεν τοις ανεμοις και τη θαλασση και εγενετο γαληνη μεγαλη

27 οι δε ανθρωποι εθαυμασαν λεγοντες ποταπος εστιν ουτος οτι και οι ανεμοι και η θαλασσα αυτω υπακουουσιν

28 και ελθοντος αυτου εις το περαν εις την χωραν των γαδαρηνων υπηντησαν αυτω δυο δαιμονιζομενοι εκ των μνημειων εξερχομενοι χαλεποι λιαν ωστε μη ισχυειν τινα παρελθειν δια της οδου εκεινης

29 και ιδου εκραξαν λεγοντες τι ημιν και σοι υιε του θεου ηλθες ωδε προ καιρου βασανισαι ημας

30 ην δε μακραν απ αυτων αγελη χοιρων πολλων βοσκομενη

31 οι δε δαιμονες παρεκαλουν αυτον λεγοντες ει εκβαλλεις ημας αποστειλον ημας εις την αγελην των χοιρων

32 και ειπεν αυτοις υπαγετε οι δε εξελθοντες απηλθον εις τους χοιρους και ιδου ωρμησεν πασα η αγελη κατα του κρημνου εις την θαλασσαν και απεθανον εν τοις υδασιν

33 οι δε βοσκοντες εφυγον και απελθοντες εις την πολιν απηγγειλαν παντα και τα των δαιμονιζομενων

34 και ιδου πασα η πολις εξηλθεν εις υπαντησιν τω ιησου και ιδοντες αυτον παρεκαλεσαν οπως μεταβη απο των οριων αυτων

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes