A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8SBL Greek New Testament (SBLGNT)

[a]Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. καὶ ἰδοὺ λεπρὸς [b]προσελθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο [c]αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.

[d]Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. [e]καὶ λέγει [f]αὐτῷ· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. [g]καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ [h]ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. 10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, [i]παρ’ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον. 11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ· Ὕπαγε, [j]ὡς ἐπίστευσας γενηθήτω σοι· καὶ ἰάθη ὁ [k]παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ.

14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· 15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. 16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.

18 Ἰδὼν δὲ ὁ Ἰησοῦς [l]πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. 19 καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. 20 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 21 ἕτερος δὲ τῶν [m]μαθητῶν εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. 22 ὁ δὲ Ἰησοῦς [n]λέγει αὐτῷ· Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.

23 Καὶ ἐμβάντι αὐτῷ [o]εἰς πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν. 25 καὶ [p]προσελθόντες ἤγειραν αὐτὸν λέγοντες· Κύριε, [q]σῶσον, ἀπολλύμεθα. 26 καὶ λέγει αὐτοῖς· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα [r]αὐτῷ ὑπακούουσιν;

28 Καὶ [s]ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν [t]Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ [u]σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30 ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, [v]ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων. 32 καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς [w]τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ [x]ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. 34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς [y]ὑπάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:1 Καταβάντος δὲ αὐτοῦ WH Treg NIV ] Καταβάντι δὲ αὐτῷ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:2 προσελθὼν WH Treg NIV ] ἐλθὼν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:3 αὐτοῦ WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:5 Εἰσελθόντος δὲ αὐτοῦ WH Treg NIV ] Εἰσελθόντι δὲ αὐτῷ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:7 καὶ Treg NIV RP ] WH
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:7 αὐτῷ WH NIV ] + ὁ Ἰησοῦς Treg RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:8 καὶ ἀποκριθεὶς NIV RP ] ἀποκριθεὶς δὲ WH Treg
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:9 ἐξουσίαν Treg NIV RP ] + τασσόμενος WH
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:10 παρ᾽ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ WH Treg NIV ] οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:13 ὡς WH NIV ] καὶ ὡς Treg RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:13 παῖς WH Treg ] + αὐτοῦ NIV RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:18 πολλοὺς ὄχλους Treg RP ] ὄχλον WH NIV
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:21 μαθητῶν WH Treg ] + αὐτοῦ NIV RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:22 λέγει WH Treg NIV ] εἶπεν RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:23 εἰς WH Treg ] + τὸ NIV RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:25 προσελθόντες WH Treg NIV ] + οἱ μαθηταὶ RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:25 σῶσον WH Treg NA ] + ἡμᾶς NIV RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:27 αὐτῷ ὑπακούουσιν WH Treg NIV ] ὑπακούουσιν αὐτῷ RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:28 ἐλθόντος αὐτοῦ WH Treg NIV ] ἐλθόντι αὐτῷ RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:28 Γαδαρηνῶν WH Treg NIV ] Γεργεσηνῶν RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:29 σοί WH Treg NIV ] + Ἰησοῦ RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:31 ἀπόστειλον ἡμᾶς WH Treg NIV ] ἐπίτρεψον ἡμῖν ἀπελθεῖν RP
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:32 τοὺς χοίρους WH Treg NIV ] τὴν ἀγέλην τῶν χοίρων RP
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:32 ἀγέλη WH Treg NIV ] + τῶν χοίρων RP
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:34 ὑπάντησιν WH Treg NIV ] συνάντησιν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes