A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7SBL Greek New Testament (SBLGNT)

Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· Ἄφες ἐκβάλω τὸ κάρφος [a]ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ; ὑποκριτά, ἔκβαλε πρῶτον [b]ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.

Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε [c]καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι [d]ἀνοιγήσεται. ἢ τίς [e]ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν [f]αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον— μὴ λίθον ἐπιδώσει αὐτῷ; 10 [g]ἢ καὶ [h]ἰχθὺν αἰτήσει— μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11 εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν.

12 Πάντα οὖν ὅσα [i]ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.

13 Εἰσέλθατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα [j]ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς· 14 [k]ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.

15 [l]Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες. 16 ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν [m]σταφυλὰς ἢ ἀπὸ τριβόλων σῦκα; 17 οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ· 18 οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς [n]ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. 19 πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 20 ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.

21 Οὐ πᾶς ὁ λέγων μοι· Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν [o]τοῖς οὐρανοῖς. 22 πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; 23 καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.

24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, [p]ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν [q]αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν. 25 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 26 καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν [r]αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον. 27 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.

28 Καὶ ἐγένετο ὅτε [s]ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· 29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς [t]αὐτῶν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:4 ἐκ WH Treg NIV ] ἀπὸ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:5 ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν WH Treg NIV ] τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:6 καταπατήσουσιν WH Treg NIV ] καταπατήσωσιν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:8 ἀνοιγήσεται WH NIV RP ] ἀνοίγεται Treg
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:9 ἐστιν NIV RP ] WH Treg
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:9 αἰτήσει WH Treg NA ] ἐὰν αἰτήσῃ NIV RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:10 WH Treg NIV ] RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:10 ἰχθὺν αἰτήσει WH Treg NIV ] ἐὰν ἰχθὺν αἰτήσῃ RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:12 ἐὰν WH NIV ] ἂν Treg RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:13 ἡ πύλη Treg NIV RP ] WH
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:14 ὅτι WH ] ὅτι δὲ NIV; τί Treg RP NA
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:15 Προσέχετε WH NIV ] + δὲ Treg RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:16 σταφυλὰς WH Treg NIV ] σταφυλήν RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:18 ποιεῖν Treg NIV RP ] ἐνεγκεῖν WH
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:21 τοῖς WH Treg NIV ] RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:24 ὁμοιωθήσεται WH Treg NIV ] ὁμοιώσω αὐτὸν RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:24 αὐτοῦ τὴν οἰκίαν WH Treg NIV ] τὴν οἰκίαν αὐτοῦ RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:26 αὐτοῦ τὴν οἰκίαν WH Treg NIV ] τὴν οἰκίαν αὐτοῦ RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:28 ἐτέλεσεν WH Treg NIV ] συνετέλεσεν RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:29 αὐτῶν WH Treg NIV ] RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes