A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 271881 Westcott-Hort New Testament (WHNU)

27 πρωιας δε γενομενης συμβουλιον ελαβον παντες οι αρχιερεις και οι πρεσβυτεροι του λαου κατα του ιησου ωστε θανατωσαι αυτον

και δησαντες αυτον απηγαγον και παρεδωκαν πιλατω τω ηγεμονι

τοτε ιδων ιουδας ο παραδους αυτον οτι κατεκριθη μεταμεληθεις εστρεψεν τα τριακοντα αργυρια τοις αρχιερευσιν και πρεσβυτεροις

λεγων ημαρτον παραδους αιμα δικαιον οι δε ειπαν τι προς ημας συ οψη

και ριψας τα αργυρια εις τον ναον ανεχωρησεν και απελθων απηγξατο

οι δε αρχιερεις λαβοντες τα αργυρια ειπαν ουκ εξεστιν βαλειν αυτα εις τον κορβαναν επει τιμη αιματος εστιν

συμβουλιον δε λαβοντες ηγορασαν εξ αυτων τον αγρον του κεραμεως εις ταφην τοις ξενοις

διο εκληθη ο αγρος εκεινος αγρος αιματος εως της σημερον

τοτε επληρωθη το ρηθεν δια ιερεμιου του προφητου λεγοντος και ελαβον τα τριακοντα αργυρια την τιμην του τετιμημενου ον ετιμησαντο απο υιων ισραηλ

10 και εδωκαν αυτα εις τον αγρον του κεραμεως καθα συνεταξεν μοι κυριος

11 ο δε ιησους εσταθη εμπροσθεν του ηγεμονος και επηρωτησεν αυτον ο ηγεμων λεγων συ ει ο βασιλευς των ιουδαιων ο δε ιησους εφη συ λεγεις

12 και εν τω κατηγορεισθαι αυτον υπο των αρχιερεων και πρεσβυτερων ουδεν απεκρινατο

13 τοτε λεγει αυτω ο πιλατος ουκ ακουεις ποσα σου καταμαρτυρουσιν

14 και ουκ απεκριθη αυτω προς ουδε εν ρημα ωστε θαυμαζειν τον ηγεμονα λιαν

15 κατα δε εορτην ειωθει ο ηγεμων απολυειν ενα τω οχλω δεσμιον ον ηθελον

16 ειχον δε τοτε δεσμιον επισημον λεγομενον βαραββαν

17 συνηγμενων ουν αυτων ειπεν αυτοις ο πιλατος τινα θελετε απολυσω υμιν [τον] βαραββαν η ιησουν τον λεγομενον χριστον

18 ηδει γαρ οτι δια φθονον παρεδωκαν αυτον

19 καθημενου δε αυτου επι του βηματος απεστειλεν προς αυτον η γυνη αυτου λεγουσα μηδεν σοι και τω δικαιω εκεινω πολλα γαρ επαθον σημερον κατ οναρ δι αυτον

20 οι δε αρχιερεις και οι πρεσβυτεροι επεισαν τους οχλους ινα αιτησωνται τον βαραββαν τον δε ιησουν απολεσωσιν

21 αποκριθεις δε ο ηγεμων ειπεν αυτοις τινα θελετε απο των δυο απολυσω υμιν οι δε ειπαν τον βαραββαν

22 λεγει αυτοις ο πιλατος τι ουν ποιησω ιησουν τον λεγομενον χριστον λεγουσιν παντες σταυρωθητω

23 ο δε εφη τι γαρ κακον εποιησεν οι δε περισσως εκραζον λεγοντες σταυρωθητω

24 ιδων δε ο πιλατος οτι ουδεν ωφελει αλλα μαλλον θορυβος γινεται λαβων υδωρ απενιψατο τας χειρας κατεναντι του οχλου λεγων αθωος ειμι απο του αιματος τουτου υμεις οψεσθε

25 και αποκριθεις πας ο λαος ειπεν το αιμα αυτου εφ ημας και επι τα τεκνα ημων

26 τοτε απελυσεν αυτοις τον βαραββαν τον δε ιησουν φραγελλωσας παρεδωκεν ινα σταυρωθη

27 τοτε οι στρατιωται του ηγεμονος παραλαβοντες τον ιησουν εις το πραιτωριον συνηγαγον επ αυτον ολην την σπειραν

28 και εκδυσαντες αυτον χλαμυδα κοκκινην περιεθηκαν αυτω

29 και πλεξαντες στεφανον εξ ακανθων επεθηκαν επι της κεφαλης αυτου και καλαμον εν τη δεξια αυτου και γονυπετησαντες εμπροσθεν αυτου ενεπαιξαν αυτω λεγοντες χαιρε βασιλευ των ιουδαιων

30 και εμπτυσαντες εις αυτον ελαβον τον καλαμον και ετυπτον εις την κεφαλην αυτου

31 και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον την χλαμυδα και ενεδυσαν αυτον τα ιματια αυτου και απηγαγον αυτον εις το σταυρωσαι

32 εξερχομενοι δε ευρον ανθρωπον κυρηναιον ονοματι σιμωνα τουτον ηγγαρευσαν ινα αρη τον σταυρον αυτου

33 και ελθοντες εις τοπον λεγομενον γολγοθα ο εστιν κρανιου τοπος λεγομενος

34 εδωκαν αυτω πιειν οινον μετα χολης μεμιγμενον και γευσαμενος ουκ ηθελησεν πιειν

35 σταυρωσαντες δε αυτον διεμερισαντο τα ιματια αυτου βαλλοντες κληρον

36 και καθημενοι ετηρουν αυτον εκει

37 και επεθηκαν επανω της κεφαλης αυτου την αιτιαν αυτου γεγραμμενην ουτος εστιν ιησους ο βασιλευς των ιουδαιων

38 τοτε σταυρουνται συν αυτω δυο λησται εις εκ δεξιων και εις εξ ευωνυμων

39 οι δε παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων

40 και λεγοντες ο καταλυων τον ναον και εν τρισιν ημεραις οικοδομων σωσον σεαυτον ει υιος ει του θεου καταβηθι απο του σταυρου

41 ομοιως [και] οι αρχιερεις εμπαιζοντες μετα των γραμματεων και πρεσβυτερων ελεγον

42 αλλους εσωσεν εαυτον ου δυναται σωσαι βασιλευς ισραηλ εστιν καταβατω νυν απο του σταυρου και πιστευσομεν επ αυτον

43 πεποιθεν επι τον θεον ρυσασθω νυν ει θελει αυτον ειπεν γαρ οτι θεου ειμι υιος

44 το δ αυτο και οι λησται οι συσταυρωθεντες συν αυτω ωνειδιζον αυτον

45 απο δε εκτης ωρας σκοτος εγενετο επι πασαν την γην εως ωρας ενατης

46 περι δε την ενατην ωραν εβοησεν ο ιησους φωνη μεγαλη λεγων ελωι ελωι λεμα σαβαχθανι τουτ εστιν θεε μου θεε μου ινατι με εγκατελιπες

47 τινες δε των εκει εστηκοτων ακουσαντες ελεγον οτι ηλιαν φωνει ουτος

48 και ευθεως δραμων εις εξ αυτων και λαβων σπογγον πλησας τε οξους και περιθεις καλαμω εποτιζεν αυτον

49 οι δε λοιποι ειπαν αφες ιδωμεν ει ερχεται ηλιας σωσων αυτον [[αλλος δε λαβων λογχην ενυξεν αυτου την πλευραν και εξηλθεν υδωρ και αιμα]]

50 ο δε ιησους παλιν κραξας φωνη μεγαλη αφηκεν το πνευμα

51 και ιδου το καταπετασμα του ναου εσχισθη [απ] ανωθεν εως κατω εις δυο και η γη εσεισθη και αι πετραι εσχισθησαν

52 και τα μνημεια ανεωχθησαν και πολλα σωματα των κεκοιμημενων αγιων ηγερθησαν

53 και εξελθοντες εκ των μνημειων μετα την εγερσιν αυτου εισηλθον εις την αγιαν πολιν και ενεφανισθησαν πολλοις

54 ο δε εκατονταρχος και οι μετ αυτου τηρουντες τον ιησουν ιδοντες τον σεισμον και τα γινομενα εφοβηθησαν σφοδρα λεγοντες αληθως θεου υιος ην ουτος

55 ησαν δε εκει γυναικες πολλαι απο μακροθεν θεωρουσαι αιτινες ηκολουθησαν τω ιησου απο της γαλιλαιας διακονουσαι αυτω

56 εν αις ην μαρια η μαγδαληνη και μαρια η του ιακωβου και ιωσηφ μητηρ και η μητηρ των υιων ζεβεδαιου

57 οψιας δε γενομενης ηλθεν ανθρωπος πλουσιος απο αριμαθαιας τουνομα ιωσηφ ος και αυτος εμαθητευθη τω ιησου

58 ουτος προσελθων τω πιλατω ητησατο το σωμα του ιησου τοτε ο πιλατος εκελευσεν αποδοθηναι

59 και λαβων το σωμα ο ιωσηφ ενετυλιξεν αυτο [εν] σινδονι καθαρα

60 και εθηκεν αυτο εν τω καινω αυτου μνημειω ο ελατομησεν εν τη πετρα και προσκυλισας λιθον μεγαν τη θυρα του μνημειου απηλθεν

61 ην δε εκει μαριαμ η μαγδαληνη και η αλλη μαρια καθημεναι απεναντι του ταφου

62 τη δε επαυριον ητις εστιν μετα την παρασκευην συνηχθησαν οι αρχιερεις και οι φαρισαιοι προς πιλατον

63 λεγοντες κυριε εμνησθημεν οτι εκεινος ο πλανος ειπεν ετι ζων μετα τρεις ημερας εγειρομαι

64 κελευσον ουν ασφαλισθηναι τον ταφον εως της τριτης ημερας μηποτε ελθοντες οι μαθηται κλεψωσιν αυτον και ειπωσιν τω λαω ηγερθη απο των νεκρων και εσται η εσχατη πλανη χειρων της πρωτης

65 εφη αυτοις ο πιλατος εχετε κουστωδιαν υπαγετε ασφαλισασθε ως οιδατε

66 οι δε πορευθεντες ησφαλισαντο τον ταφον σφραγισαντες τον λιθον μετα της κουστωδιας

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes