A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 181881 Westcott-Hort New Testament (WHNU)

18 εν εκεινη τη ωρα προσηλθον οι μαθηται τω ιησου λεγοντες τις αρα μειζων εστιν εν τη βασιλεια των ουρανων

και προσκαλεσαμενος παιδιον εστησεν αυτο εν μεσω αυτων

και ειπεν αμην λεγω υμιν εαν μη στραφητε και γενησθε ως τα παιδια ου μη εισελθητε εις την βασιλειαν των ουρανων

οστις ουν ταπεινωσει εαυτον ως το παιδιον τουτο ουτος εστιν ο μειζων εν τη βασιλεια των ουρανων

και ος εαν δεξηται εν παιδιον τοιουτο επι τω ονοματι μου εμε δεχεται

ος δ αν σκανδαλιση ενα των μικρων τουτων των πιστευοντων εις εμε συμφερει αυτω ινα κρεμασθη μυλος ονικος περι τον τραχηλον αυτου και καταποντισθη εν τω πελαγει της θαλασσης

ουαι τω κοσμω απο των σκανδαλων αναγκη γαρ ελθειν τα σκανδαλα πλην ουαι τω ανθρωπω δι ου το σκανδαλον ερχεται

ει δε η χειρ σου η ο πους σου σκανδαλιζει σε εκκοψον αυτον και βαλε απο σου καλον σοι εστιν εισελθειν εις την ζωην κυλλον η χωλον η δυο χειρας η δυο ποδας εχοντα βληθηναι εις το πυρ το αιωνιον

και ει ο οφθαλμος σου σκανδαλιζει σε εξελε αυτον και βαλε απο σου καλον σοι εστιν μονοφθαλμον εις την ζωην εισελθειν η δυο οφθαλμους εχοντα βληθηναι εις την γεενναν του πυρος

10 ορατε μη καταφρονησητε ενος των μικρων τουτων λεγω γαρ υμιν οτι οι αγγελοι αυτων εν ουρανοις δια παντος βλεπουσιν το προσωπον του πατρος μου του εν ουρανοις

11  12 τι υμιν δοκει εαν γενηται τινι ανθρωπω εκατον προβατα και πλανηθη εν εξ αυτων ουχι αφησει τα ενενηκοντα εννεα επι τα ορη και πορευθεις ζητει το πλανωμενον

13 και εαν γενηται ευρειν αυτο αμην λεγω υμιν οτι χαιρει επ αυτω μαλλον η επι τοις ενενηκοντα εννεα τοις μη πεπλανημενοις

14 ουτως ουκ εστιν θελημα εμπροσθεν του πατρος μου του εν ουρανοις ινα αποληται εν των μικρων τουτων

15 εαν δε αμαρτηση ο αδελφος σου υπαγε ελεγξον αυτον μεταξυ σου και αυτου μονου εαν σου ακουση εκερδησας τον αδελφον σου

16 εαν δε μη ακουση παραλαβε μετα σου ετι ενα η δυο ινα επι στοματος δυο μαρτυρων η τριων σταθη παν ρημα

17 εαν δε παρακουση αυτων ειπον τη εκκλησια εαν δε και της εκκλησιας παρακουση εστω σοι ωσπερ ο εθνικος και ο τελωνης

18 αμην λεγω υμιν οσα εαν δησητε επι της γης εσται δεδεμενα εν ουρανω και οσα εαν λυσητε επι της γης εσται λελυμενα εν ουρανω

19 παλιν [αμην] λεγω υμιν οτι εαν δυο συμφωνησωσιν εξ υμων επι της γης περι παντος πραγματος ου εαν αιτησωνται γενησεται αυτοις παρα του πατρος μου του εν ουρανοις

20 ου γαρ εισιν δυο η τρεις συνηγμενοι εις το εμον ονομα εκει ειμι εν μεσω αυτων

21 τοτε προσελθων ο πετρος ειπεν [αυτω] κυριε ποσακις αμαρτησει εις εμε ο αδελφος μου και αφησω αυτω εως επτακις

22 λεγει αυτω ο ιησους ου λεγω σοι εως επτακις αλλα εως εβδομηκοντακις επτα

23 δια τουτο ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει ος ηθελησεν συναραι λογον μετα των δουλων αυτου

24 αρξαμενου δε αυτου συναιρειν προσηχθη εις αυτω οφειλετης μυριων ταλαντων

25 μη εχοντος δε αυτου αποδουναι εκελευσεν αυτον ο κυριος πραθηναι και την γυναικα και τα τεκνα και παντα οσα εχει και αποδοθηναι

26 πεσων ουν ο δουλος προσεκυνει αυτω λεγων μακροθυμησον επ εμοι και παντα αποδωσω σοι

27 σπλαγχνισθεις δε ο κυριος του δουλου [εκεινου] απελυσεν αυτον και το δανειον αφηκεν αυτω

28 εξελθων δε ο δουλος εκεινος ευρεν ενα των συνδουλων αυτου ος ωφειλεν αυτω εκατον δηναρια και κρατησας αυτον επνιγεν λεγων αποδος ει τι οφειλεις

29 πεσων ουν ο συνδουλος αυτου παρεκαλει αυτον λεγων μακροθυμησον επ εμοι και αποδωσω σοι

30 ο δε ουκ ηθελεν αλλα απελθων εβαλεν αυτον εις φυλακην εως αποδω το οφειλομενον

31 ιδοντες ουν οι συνδουλοι αυτου τα γενομενα ελυπηθησαν σφοδρα και ελθοντες διεσαφησαν τω κυριω εαυτων παντα τα γενομενα

32 τοτε προσκαλεσαμενος αυτον ο κυριος αυτου λεγει αυτω δουλε πονηρε πασαν την οφειλην εκεινην αφηκα σοι επει παρεκαλεσας με

33 ουκ εδει και σε ελεησαι τον συνδουλον σου ως καγω σε ηλεησα

34 και οργισθεις ο κυριος αυτου παρεδωκεν αυτον τοις βασανισταις εως [ου] αποδω παν το οφειλομενον

35 ουτως και ο πατηρ μου ο ουρανιος ποιησει υμιν εαν μη αφητε εκαστος τω αδελφω αυτου απο των καρδιων υμων

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes