A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 71881 Westcott-Hort New Testament (WHNU)

και συναγονται προς αυτον οι φαρισαιοι και τινες των γραμματεων ελθοντες απο ιεροσολυμων

και ιδοντες τινας των μαθητων αυτου οτι κοιναις χερσιν τουτ εστιν ανιπτοις εσθιουσιν τους αρτους

οι γαρ φαρισαιοι και παντες οι ιουδαιοι εαν μη πυγμη νιψωνται τας χειρας ουκ εσθιουσιν κρατουντες την παραδοσιν των πρεσβυτερων

και απ αγορας εαν μη ραντισωνται ουκ εσθιουσιν και αλλα πολλα εστιν α παρελαβον κρατειν βαπτισμους ποτηριων και ξεστων και χαλκιων

και επερωτωσιν αυτον οι φαρισαιοι και οι γραμματεις δια τι ου περιπατουσιν οι μαθηται σου κατα την παραδοσιν των πρεσβυτερων αλλα κοιναις χερσιν εσθιουσιν τον αρτον

ο δε ειπεν αυτοις καλως επροφητευσεν ησαιας περι υμων των υποκριτων ως γεγραπται οτι ουτος ο λαος τοις χειλεσιν με τιμα η δε καρδια αυτων πορρω απεχει απ εμου

ματην δε σεβονται με διδασκοντες διδασκαλιας ενταλματα ανθρωπων

αφεντες την εντολην του θεου κρατειτε την παραδοσιν των ανθρωπων

και ελεγεν αυτοις καλως αθετειτε την εντολην του θεου ινα την παραδοσιν υμων τηρησητε

10 μωυσης γαρ ειπεν τιμα τον πατερα σου και την μητερα σου και ο κακολογων πατερα η μητερα θανατω τελευτατω

11 υμεις δε λεγετε εαν ειπη ανθρωπος τω πατρι η τη μητρι κορβαν ο εστιν δωρον ο εαν εξ εμου ωφεληθης

12 ουκετι αφιετε αυτον ουδεν ποιησαι τω πατρι η τη μητρι

13 ακυρουντες τον λογον του θεου τη παραδοσει υμων η παρεδωκατε και παρομοια τοιαυτα πολλα ποιειτε

14 και προσκαλεσαμενος παλιν τον οχλον ελεγεν αυτοις ακουσατε μου παντες και συνετε

15 ουδεν εστιν εξωθεν του ανθρωπου εισπορευομενον εις αυτον ο δυναται κοινωσαι αυτον αλλα τα εκ του ανθρωπου εκπορευομενα εστιν τα κοινουντα τον ανθρωπον

16  17 και οτε εισηλθεν εις οικον απο του οχλου επηρωτων αυτον οι μαθηται αυτου την παραβολην

18 και λεγει αυτοις ουτως και υμεις ασυνετοι εστε ου νοειτε οτι παν το εξωθεν εισπορευομενον εις τον ανθρωπον ου δυναται αυτον κοινωσαι

19 οτι ουκ εισπορευεται αυτου εις την καρδιαν αλλ εις την κοιλιαν και εις τον αφεδρωνα εκπορευεται καθαριζων παντα τα βρωματα

20 ελεγεν δε οτι το εκ του ανθρωπου εκπορευομενον εκεινο κοινοι τον ανθρωπον

21 εσωθεν γαρ εκ της καρδιας των ανθρωπων οι διαλογισμοι οι κακοι εκπορευονται πορνειαι κλοπαι φονοι

22 μοιχειαι πλεονεξιαι πονηριαι δολος ασελγεια οφθαλμος πονηρος βλασφημια υπερηφανια αφροσυνη

23 παντα ταυτα τα πονηρα εσωθεν εκπορευεται και κοινοι τον ανθρωπον

24 εκειθεν δε αναστας απηλθεν εις τα ορια τυρου [και σιδωνος] και εισελθων εις οικιαν ουδενα ηθελεν γνωναι και ουκ ηδυνασθη λαθειν

25 αλλ ευθυς ακουσασα γυνη περι αυτου ης ειχεν το θυγατριον αυτης πνευμα ακαθαρτον ελθουσα προσεπεσεν προς τους ποδας αυτου

26 η δε γυνη ην ελληνις συροφοινικισσα τω γενει και ηρωτα αυτον ινα το δαιμονιον εκβαλη εκ της θυγατρος αυτης

27 και ελεγεν αυτη αφες πρωτον χορτασθηναι τα τεκνα ου γαρ εστιν καλον λαβειν τον αρτον των τεκνων και τοις κυναριοις βαλειν

28 η δε απεκριθη και λεγει αυτω ναι κυριε και τα κυναρια υποκατω της τραπεζης εσθιουσιν απο των ψιχιων των παιδιων

29 και ειπεν αυτη δια τουτον τον λογον υπαγε εξεληλυθεν εκ της θυγατρος σου το δαιμονιον

30 και απελθουσα εις τον οικον αυτης ευρεν το παιδιον βεβλημενον επι την κλινην και το δαιμονιον εξεληλυθος

31 και παλιν εξελθων εκ των οριων τυρου ηλθεν δια σιδωνος εις την θαλασσαν της γαλιλαιας ανα μεσον των οριων δεκαπολεως

32 και φερουσιν αυτω κωφον και μογιλαλον και παρακαλουσιν αυτον ινα επιθη αυτω την χειρα

33 και απολαβομενος αυτον απο του οχλου κατ ιδιαν εβαλεν τους δακτυλους αυτου εις τα ωτα αυτου και πτυσας ηψατο της γλωσσης αυτου

34 και αναβλεψας εις τον ουρανον εστεναξεν και λεγει αυτω εφφαθα ο εστιν διανοιχθητι

35 και ηνοιγησαν αυτου αι ακοαι και ελυθη ο δεσμος της γλωσσης αυτου και ελαλει ορθως

36 και διεστειλατο αυτοις ινα μηδενι λεγωσιν οσον δε αυτοις διεστελλετο αυτοι μαλλον περισσοτερον εκηρυσσον

37 και υπερπερισσως εξεπλησσοντο λεγοντες καλως παντα πεποιηκεν και τους κωφους ποιει ακουειν και αλαλους λαλειν

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes