A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 61881 Westcott-Hort New Testament (WHNU)

και εξηλθεν εκειθεν και ερχεται εις την πατριδα αυτου και ακολουθουσιν αυτω οι μαθηται αυτου

και γενομενου σαββατου ηρξατο διδασκειν εν τη συναγωγη και οι πολλοι ακουοντες εξεπλησσοντο λεγοντες ποθεν τουτω ταυτα και τις η σοφια η δοθεισα τουτω και αι δυναμεις τοιαυται δια των χειρων αυτου γινομεναι

ουκ ουτος εστιν ο τεκτων ο υιος της μαριας και αδελφος ιακωβου και ιωσητος και ιουδα και σιμωνος και ουκ εισιν αι αδελφαι αυτου ωδε προς ημας και εσκανδαλιζοντο εν αυτω

και ελεγεν αυτοις ο ιησους οτι ουκ εστιν προφητης ατιμος ει μη εν τη πατριδι αυτου και εν τοις συγγενευσιν αυτου και εν τη οικια αυτου

και ουκ εδυνατο εκει ποιησαι ουδεμιαν δυναμιν ει μη ολιγοις αρρωστοις επιθεις τας χειρας εθεραπευσεν

και εθαυμασεν δια την απιστιαν αυτων και περιηγεν τας κωμας κυκλω διδασκων

και προσκαλειται τους δωδεκα και ηρξατο αυτους αποστελλειν δυο δυο και εδιδου αυτοις εξουσιαν των πνευματων των ακαθαρτων

και παρηγγειλεν αυτοις ινα μηδεν αιρωσιν εις οδον ει μη ραβδον μονον μη αρτον μη πηραν μη εις την ζωνην χαλκον

αλλα υποδεδεμενους σανδαλια και μη ενδυσασθαι δυο χιτωνας

10 και ελεγεν αυτοις οπου εαν εισελθητε εις οικιαν εκει μενετε εως αν εξελθητε εκειθεν

11 και ος αν τοπος μη δεξηται υμας μηδε ακουσωσιν υμων εκπορευομενοι εκειθεν εκτιναξατε τον χουν τον υποκατω των ποδων υμων εις μαρτυριον αυτοις

12 και εξελθοντες εκηρυξαν ινα μετανοωσιν

13 και δαιμονια πολλα εξεβαλλον και ηλειφον ελαιω πολλους αρρωστους και εθεραπευον

14 και ηκουσεν ο βασιλευς ηρωδης φανερον γαρ εγενετο το ονομα αυτου και ελεγον οτι ιωαννης ο βαπτιζων εγηγερται εκ νεκρων και δια τουτο ενεργουσιν αι δυναμεις εν αυτω

15 αλλοι δε ελεγον οτι ηλιας εστιν αλλοι δε ελεγον οτι προφητης ως εις των προφητων

16 ακουσας δε ο ηρωδης ελεγεν ον εγω απεκεφαλισα ιωαννην ουτος ηγερθη

17 αυτος γαρ ο ηρωδης αποστειλας εκρατησεν τον ιωαννην και εδησεν αυτον εν φυλακη δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου οτι αυτην εγαμησεν

18 ελεγεν γαρ ο ιωαννης τω ηρωδη οτι ουκ εξεστιν σοι εχειν την γυναικα του αδελφου σου

19 η δε ηρωδιας ενειχεν αυτω και ηθελεν αυτον αποκτειναι και ουκ ηδυνατο

20 ο γαρ ηρωδης εφοβειτο τον ιωαννην ειδως αυτον ανδρα δικαιον και αγιον και συνετηρει αυτον και ακουσας αυτου πολλα ηπορει και ηδεως αυτου ηκουεν

21 και γενομενης ημερας ευκαιρου οτε ηρωδης τοις γενεσιοις αυτου δειπνον εποιησεν τοις μεγιστασιν αυτου και τοις χιλιαρχοις και τοις πρωτοις της γαλιλαιας

22 και εισελθουσης της θυγατρος αυτου ηρωδιαδος και ορχησαμενης ηρεσεν τω ηρωδη και τοις συνανακειμενοις ο δε βασιλευς ειπεν τω κορασιω αιτησον με ο εαν θελης και δωσω σοι

23 και ωμοσεν αυτη ο τι εαν με αιτησης δωσω σοι εως ημισους της βασιλειας μου

24 και εξελθουσα ειπεν τη μητρι αυτης τι αιτησωμαι η δε ειπεν την κεφαλην ιωαννου του βαπτιζοντος

25 και εισελθουσα ευθυς μετα σπουδης προς τον βασιλεα ητησατο λεγουσα θελω ινα εξαυτης δως μοι επι πινακι την κεφαλην ιωαννου του βαπτιστου

26 και περιλυπος γενομενος ο βασιλευς δια τους ορκους και τους ανακειμενους ουκ ηθελησεν αθετησαι αυτην

27 και ευθυς αποστειλας ο βασιλευς σπεκουλατορα επεταξεν ενεγκαι την κεφαλην αυτου

28 και απελθων απεκεφαλισεν αυτον εν τη φυλακη [6 28] και ηνεγκεν την κεφαλην αυτου επι πινακι και εδωκεν αυτην τω κορασιω και το κορασιον εδωκεν αυτην τη μητρι αυτης

29 και ακουσαντες οι μαθηται αυτου ηλθον και ηραν το πτωμα αυτου και εθηκαν αυτο εν μνημειω

30 και συναγονται οι αποστολοι προς τον ιησουν και απηγγειλαν αυτω παντα οσα εποιησαν και οσα εδιδαξαν

31 και λεγει αυτοις δευτε υμεις αυτοι κατ ιδιαν εις ερημον τοπον και αναπαυσασθε ολιγον ησαν γαρ οι ερχομενοι και οι υπαγοντες πολλοι και ουδε φαγειν ευκαιρουν

32 και απηλθον εν τω πλοιω εις ερημον τοπον κατ ιδιαν

33 και ειδον αυτους υπαγοντας και εγνωσαν πολλοι και πεζη απο πασων των πολεων συνεδραμον εκει και προηλθον αυτους

34 και εξελθων ειδεν πολυν οχλον και εσπλαγχνισθη επ αυτους οτι ησαν ως προβατα μη εχοντα ποιμενα και ηρξατο διδασκειν αυτους πολλα

35 και ηδη ωρας πολλης γενομενης προσελθοντες αυτω οι μαθηται αυτου ελεγον οτι ερημος εστιν ο τοπος και ηδη ωρα πολλη

36 απολυσον αυτους ινα απελθοντες εις τους κυκλω αγρους και κωμας αγορασωσιν εαυτοις τι φαγωσιν

37 ο δε αποκριθεις ειπεν αυτοις δοτε αυτοις υμεις φαγειν και λεγουσιν αυτω απελθοντες αγορασωμεν δηναριων διακοσιων αρτους και δωσομεν αυτοις φαγειν

38 ο δε λεγει αυτοις ποσους εχετε αρτους υπαγετε ιδετε και γνοντες λεγουσιν πεντε και δυο ιχθυας

39 και επεταξεν αυτοις ανακλιθηναι παντας συμποσια συμποσια επι τω χλωρω χορτω

40 και ανεπεσαν πρασιαι πρασιαι κατα εκατον και κατα πεντηκοντα

41 και λαβων τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν και κατεκλασεν τους αρτους και εδιδου τοις μαθηταις ινα παρατιθωσιν αυτοις και τους δυο ιχθυας εμερισεν πασιν

42 και εφαγον παντες και εχορτασθησαν

43 και ηραν κλασματα δωδεκα κοφινων πληρωματα και απο των ιχθυων

44 και ησαν οι φαγοντες τους αρτους πεντακισχιλιοι ανδρες

45 και ευθυς ηναγκασεν τους μαθητας αυτου εμβηναι εις το πλοιον και προαγειν εις το περαν προς βηθσαιδαν εως αυτος απολυει τον οχλον

46 και αποταξαμενος αυτοις απηλθεν εις το ορος προσευξασθαι

47 και οψιας γενομενης ην το πλοιον εν μεσω της θαλασσης και αυτος μονος επι της γης

48 και ιδων αυτους βασανιζομενους εν τω ελαυνειν ην γαρ ο ανεμος εναντιος αυτοις περι τεταρτην φυλακην της νυκτος ερχεται προς αυτους περιπατων επι της θαλασσης και ηθελεν παρελθειν αυτους

49 οι δε ιδοντες αυτον επι της θαλασσης περιπατουντα εδοξαν οτι φαντασμα εστιν και ανεκραξαν

50 παντες γαρ αυτον ειδον και εταραχθησαν ο δε ευθυς ελαλησεν μετ αυτων και λεγει αυτοις θαρσειτε εγω ειμι μη φοβεισθε

51 και ανεβη προς αυτους εις το πλοιον και εκοπασεν ο ανεμος και λιαν εν εαυτοις εξισταντο

52 ου γαρ συνηκαν επι τοις αρτοις αλλ ην αυτων η καρδια πεπωρωμενη

53 και διαπερασαντες επι την γην ηλθον εις γεννησαρετ και προσωρμισθησαν

54 και εξελθοντων αυτων εκ του πλοιου ευθυς επιγνοντες αυτον

55 περιεδραμον ολην την χωραν εκεινην και ηρξαντο επι τοις κραβαττοις τους κακως εχοντας περιφερειν οπου ηκουον οτι εστιν

56 και οπου αν εισεπορευετο εις κωμας η εις πολεις η εις αγρους εν ταις αγοραις ετιθεσαν τους ασθενουντας και παρεκαλουν αυτον ινα καν του κρασπεδου του ιματιου αυτου αψωνται και οσοι αν ηψαντο αυτου εσωζοντο

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes