A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 6SBL Greek New Testament (SBLGNT)

Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ [a]ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. καὶ γενομένου σαββάτου ἤρξατο [b]διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ [c]οἱ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα [d]τούτῳ, καὶ [e]αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ [f]γινόμεναι; οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς [g]τῆς Μαρίας [h]καὶ ἀδελφὸς Ἰακώβου καὶ [i]Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. [j]καὶ ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς [k]συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ οὐκ ἐδύνατο ἐκεῖ [l]ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν· καὶ [m]ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν.

Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων. καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ [n]ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν, ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ [o]ἐνδύσησθε δύο χιτῶνας. 10 καὶ ἔλεγεν αὐτοῖς· Ὅπου [p]ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11 καὶ [q]ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον [r]αὐτοῖς. 12 Καὶ ἐξελθόντες [s]ἐκήρυξαν ἵνα [t]μετανοῶσιν, 13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ [u]ἔλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων [v]ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ· 15 ἄλλοι [w]δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι [x]προφήτης ὡς εἷς τῶν προφητῶν. 16 ἀκούσας δὲ [y]ὁ Ἡρῴδης [z]ἔλεγεν· Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος [aa]ἠγέρθη.

17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν· 18 ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· 20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ [ab]ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν. 21 Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον [ac]ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 22 καὶ εἰσελθούσης τῆς θυγατρὸς [ad]αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης [ae]καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, [af]εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι· 23 καὶ ὤμοσεν [ag]αὐτῇ· [ah]Ὅ τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. 24 [ai]καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς· Τί [aj]αἰτήσωμαι; ἡ δὲ εἶπεν· Τὴν κεφαλὴν Ἰωάννου τοῦ [ak]βαπτίζοντος. 25 καὶ εἰσελθοῦσα [al]εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· Θέλω ἵνα [am]ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 26 καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς [an]ἀνακειμένους οὐκ ἠθέλησεν [ao]ἀθετῆσαι αὐτήν· 27 καὶ [ap]εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν [aq]ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. [ar]καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ 28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.

30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ [as]πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31 καὶ [at]λέγει αὐτοῖς· Δεῦτε ὑμεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρημον τόπον καὶ [au]ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 32 καὶ ἀπῆλθον [av]ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν. 33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ [aw]ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον *αὐτούς. 34 καὶ ἐξελθὼν [ax]εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ [ay]αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. 35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ [az]ἔλεγον ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή· 36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς [ba]τί φάγωσιν. 37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ [bb]δώσομεν αὐτοῖς φαγεῖν; 38 ὁ δὲ λέγει αὐτοῖς· Πόσους [bc]ἔχετε ἄρτους; [bd]ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν· Πέντε, καὶ δύο ἰχθύας. 39 καὶ ἐπέταξεν αὐτοῖς [be]ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ [bf]κατὰ ἑκατὸν καὶ [bg]κατὰ πεντήκοντα. 41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς [bh]αὐτοῦ ἵνα [bi]παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· 43 καὶ ἦραν [bj]κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων. 44 καὶ ἦσαν οἱ φαγόντες [bk]τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.

45 Καὶ [bl]εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν [bm]εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς [bn]ἀπολύει τὸν ὄχλον. 46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.

47 Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48 καὶ [bo]ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος [bp]αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς. 49 οἱ δὲ ἰδόντες αὐτὸν [bq]ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν [br]ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν, 50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. [bs]ὁ δὲ εὐθὺς ἐλάλησεν μετ’ αὐτῶν, καὶ λέγει αὐτοῖς· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. 51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. καὶ λίαν [bt]ἐκ περισσοῦ ἐν ἑαυτοῖς [bu]ἐξίσταντο, 52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, [bv]ἀλλ’ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.

53 Καὶ διαπεράσαντες [bw]ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν. 54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου [bx]εὐθὺς ἐπιγνόντες αὐτὸν 55 [by]περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον [bz]ὅτι ἐστίν. 56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ [ca]εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς [cb]ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν [cc]ἥψαντο αὐτοῦ ἐσῴζοντο.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:1 ἔρχεται WH Treg NIV ] ἦλθεν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:2 διδάσκειν ἐν τῇ συναγωγῇ WH Treg NIV ] ἐν τῇ συναγωγῇ διδάσκειν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:2 οἱ WH ] – Treg NIV RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:2 τούτῳ WH Treg NIV ] αὐτῷ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:2 αἱ WH NIV ] – Treg RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:2 γινόμεναι WH Treg NIV ] γίνονται RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:3 τῆς WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:3 καὶ ἀδελφὸς WH Treg NIV ] ἀδελφὸς δὲ RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:3 Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:4 καὶ ἔλεγεν WH Treg NIV ] Ἔλεγεν δὲ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:4 συγγενεῦσιν αὐτοῦ WH Treg NIV ] συγγενέσιν RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:5 ποιῆσαι οὐδεμίαν δύναμιν WH Treg NIV ] οὐδεμίαν δύναμιν ποιῆσαι RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:6 ἐθαύμαζεν Treg NIV RP ] ἐθαύμασεν WH
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:8 ἄρτον μὴ πήραν WH Treg NIV ] πήραν μὴ ἄρτον RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:9 ἐνδύσησθε Treg NIV RP ] ἐνδύσασθαι WH
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:10 ἐὰν WH NIV RP ] ἂν Treg
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:11 ὃς ἂν τόπος μὴ δέξηται WH Treg NIV ] ὅσοι ἂν μὴ δέξωνται RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:11 αὐτοῖς WH Treg NIV ] + Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:12 ἐκήρυξαν WH Treg NIV ] ἐκήρυσσον RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:12 μετανοῶσιν WH Treg NIV ] μετανοήσωσιν RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:14 ἔλεγον WH NIV ] ἔλεγεν Treg RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:14 ἐγήγερται ἐκ νεκρῶν WH Treg NIV ] ἐκ νεκρῶν ἠγέρθη RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:15 δὲ WH Treg NIV ] – RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:15 προφήτης WH Treg NIV ] + ἐστίν RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 WH Treg NIV ] – RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 ἔλεγεν WH Treg NIV ] εἶπεν ὅτι RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:16 ἠγέρθη WH NA ] ἠγέρθη ἐκ νεκρῶν Treg; ἐκ νεκρῶν ἠγέρθη NIV; ἐστιν αὐτὸς ἠγέρθη ἐκ νεκρῶν RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:20 ἠπόρει WH NIV ] ἐποίει Treg RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:21 ἐποίησεν WH Treg NIV ] ἐποίει RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:22 αὐτῆς τῆς Treg RP ] αὐτοῦ WH NIV
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:22 καὶ ἀρεσάσης RP ] ἤρεσεν WH Treg NIV
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:22 εἶπεν ὁ βασιλεὺς NIV RP ] ὁ δὲ βασιλεὺς εἶπεν WH Treg
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:23 αὐτῇ WH Treg NIV RP ] + πολλά NA
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:23 Ὅ τι NIV ] Ὅτι WH; ὅτι Ὃ Treg RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:24 καὶ WH Treg NIV ] Ἡ δὲ RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:24 αἰτήσωμαι WH Treg NIV ] αἰτήσομαι RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:24 βαπτίζοντος WH Treg NIV ] βαπτιστοῦ RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:25 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:25 ἐξαυτῆς δῷς μοι WH Treg NIV ] μοι δῷς ἐξαυτῆς RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:26 ἀνακειμένους WH Treg NIV ] συνανακειμένους RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:26 ἀθετῆσαι αὐτήν WH Treg NIV ] αὐτὴν ἀθετῆσαι RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:27 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:27 ἐνέγκαι WH Treg NIV ] ἐνεχθῆναι RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:27 καὶ WH Treg NIV ] Ὁ δὲ RP
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:30 πάντα WH Treg NIV ] + καὶ RP
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:31 λέγει WH Treg NIV ] εἶπεν RP
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:31 ἀναπαύσασθε WH Treg NIV ] ἀναπαύεσθε RP
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:32 ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον WH NIV ] εἰς ἔρημον τόπον τῷ πλοίῳ Treg RP
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:33 ἐπέγνωσαν NIV ] + αὐτὸν RP; ἔγνωσαν WH Treg
  50. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:34 εἶδεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  51. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:34 αὐτοὺς WH Treg NIV ] αὐτοῖς RP
  52. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:35 ἔλεγον WH Treg NIV ] λέγουσιν RP
  53. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:36 τί φάγωσιν WH Treg NIV ] ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν RP
  54. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:37 δώσομεν WH Treg NIV ] δῶμεν RP
  55. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:38 ἔχετε ἄρτους WH ] ἄρτους ἔχετε Treg NIV RP
  56. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:38 ὑπάγετε WH Treg NIV ] + καὶ RP
  57. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:39 ἀνακλῖναι Treg NIV RP ] ἀνακλιθῆναι WH
  58. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:40 *κατὰ WH Treg NIV ] ἀνὰ RP
  59. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:40 *κατὰ WH Treg NIV ] ἀνὰ RP
  60. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:41 αὐτοῦ NIV RP ] – WH Treg
  61. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:41 παρατιθῶσιν WH NIV ] παραθῶσιν Treg RP
  62. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:43 κλάσματα δώδεκα κοφίνων πληρώματα WH NIV ] κλασμάτων δώδεκα κοφίνους πληρώματα Treg; κλασμάτων δώδεκα κοφίνους πλήρεις RP
  63. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:44 τοὺς ἄρτους WH Treg RP NA ] – NIV
  64. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  65. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45 εἰς τὸ πέραν WH Treg RP NA ] – NIV
  66. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:45 ἀπολύει WH Treg NIV ] ἀπολύσῃ RP
  67. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:48 ἰδὼν WH Treg NIV ] εἶδεν RP
  68. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:48 αὐτοῖς WH Treg NIV ] + καὶ RP
  69. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:49 ἐπὶ τῆς θαλάσσης περιπατοῦντα WH NIV ] περιπατοῦντα ἐπὶ τῆς θαλάσσης Treg RP
  70. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:49 ὅτι φάντασμά ἐστιν WH NIV ] φάντασμα εἶναι Treg RP
  71. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:50 ὁ δὲ εὐθὺς WH NIV ] καὶ εὐθὺς Treg; Καὶ εὐθέως RP
  72. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:51 ἐκ περισσοῦ Treg NIV RP ] – WH
  73. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:51 ἐξίσταντο WH Treg NIV ] + καὶ ἐθαύμαζον RP
  74. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:52 ἀλλ᾽ ἦν WH Treg NIV ] ἦν γὰρ RP
  75. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:53 ἐπὶ τὴν γῆν ἦλθον εἰς WH NIV ] ἦλθον ἐπὶ τὴν γῆν Treg RP
  76. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:54 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  77. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:55 περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ WH Treg NIV ] περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην RP
  78. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:55 ὅτι WH NIV ] + ἐκεῖ Treg RP
  79. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:56 εἰς πόλεις ἢ εἰς WH Treg NIV ] πόλεις ἢ RP
  80. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:56 ἐτίθεσαν WH Treg NIV ] ἐτίθουν RP
  81. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:56 ἥψαντο WH Treg NIV ] ἥπτοντο RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes