A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 4SBL Greek New Testament (SBLGNT)

Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ [a]συνάγεται πρὸς αὐτὸν ὄχλος [b]πλεῖστος, ὥστε αὐτὸν [c]εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς [d]ἦσαν. καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ [e]σπείρων σπεῖραι. καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. [f]καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες [g]ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ [h]εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς· [i]καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος [j]ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. καὶ [k]ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ [l]αὐξανόμενα, καὶ ἔφερεν [m]ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν. καὶ ἔλεγεν· [n]Ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω.

10 [o]Καὶ ὅτε ἐγένετο κατὰ μόνας, [p]ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα [q]τὰς παραβολάς. 11 καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν [r]τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, 12 ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ [s]αὐτοῖς.

13 Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14 ὁ σπείρων τὸν λόγον σπείρει. 15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν [t]εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον [u]εἰς αὐτούς. 16 καὶ οὗτοί εἰσιν [v]ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον [w]εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον [x]εὐθὺς σκανδαλίζονται. 18 καὶ [y]ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· [z]οὗτοί εἰσιν οἱ τὸν λόγον [aa]ἀκούσαντες, 19 καὶ αἱ μέριμναι τοῦ [ab]αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20 καὶ [ac]ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν [ad]ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.

21 Καὶ ἔλεγεν [ae]αὐτοῖς· Μήτι [af]ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην, οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν [ag]τεθῇ; 22 οὐ γάρ ἐστιν [ah]κρυπτὸν ἐὰν μὴ [ai]ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ’ ἵνα [aj]ἔλθῃ εἰς φανερόν. 23 εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. 24 καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται [ak]ὑμῖν. 25 ὃς γὰρ [al]ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ [am]ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.

26 Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ [an]ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος [ao]βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28 [ap]αὐτομάτη ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, [aq]εἶτα στάχυν, εἶτα [ar]πλήρης σῖτον ἐν τῷ στάχυϊ. 29 ὅταν δὲ [as]παραδοῖ ὁ καρπός, [at]εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.

30 Καὶ ἔλεγεν· [au]Πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν [av]τίνι [aw]αὐτὴν παραβολῇ θῶμεν; 31 ὡς [ax]κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, [ay]μικρότερον ὂν πάντων τῶν [az]σπερμάτων τῶν ἐπὶ τῆς γῆς— 32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται [ba]μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.

33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν· 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ’ ἰδίαν δὲ τοῖς [bb]ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα.

35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν. 36 καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα [bc]πλοῖα ἦν μετ’ αὐτοῦ. 37 καὶ γίνεται λαῖλαψ [bd]μεγάλη ἀνέμου, [be]καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε [bf]ἤδη γεμίζεσθαι τὸ πλοῖον. 38 καὶ [bg]αὐτὸς ἦν [bh]ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ [bi]ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39 καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40 καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε; [bj]οὔπω ἔχετε πίστιν; 41 καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα [bk]ὑπακούει αὐτῷ;

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 συνάγεται WH Treg NIV ] συνήχθη RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 πλεῖστος WH Treg NIV ] πολύς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 εἰς πλοῖον ἐμβάντα WH Treg NIV ] ἐμβάντα εἰς τὸ πλοῖον RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 ἦσαν WH Treg NIV ] ἦν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:3 σπείρων WH NIV ] + τοῦ Treg RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:5 καὶ ἄλλο WH Treg NIV ] Ἄλλο δὲ RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:5 ὅπου NIV RP ] καὶ ὅπου WH Treg
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:5 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος WH Treg NIV ] ἡλίου δὲ ἀνατείλαντος RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:6 ἐκαυματίσθη WH RP NA ] ἐκαυματίσθησαν Treg NIV
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:8 ἄλλα WH NIV ] ἄλλο Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:8 αὐξανόμενα WH NIV ] αὐξανόμενον Treg; αὐξάνοντα RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:8 ἓν … ἓν … ἓν NIV ] εἰς … ἐν … ἐν WH; εἰς … εἰς … εἰς Treg; ἐν … ἐν … ἐν RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:9 Ὃς ἔχει WH Treg NIV ] Ὃ ἔχων RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:10 Καὶ ὅτε WH Treg NIV ] Ὅτε δὲ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:10 ἠρώτων WH Treg NIV ] ἠρώτησαν RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:10 τὰς παραβολάς WH Treg NIV ] τὴν παραβολήν RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:11 τὸ μυστήριον δέδοται WH Treg NIV ] δέδοται γνῶναι τὸ μυστήριον RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:12 αὐτοῖς WH Treg NIV ] + τὰ ἁμαρτήματα RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:15 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:15 εἰς αὐτούς WH Treg NIV ] ἐν ταῖς καρδίαις αὐτῶν RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:16 ὁμοίως WH Treg NIV RP ] – NA
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:16 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:17 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 ἄλλοι WH Treg NIV ] οὗτοί RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 οὗτοί εἰσιν WH Treg NIV ] – RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 ἀκούσαντες WH Treg NIV ] ἀκούοντες RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:19 αἰῶνος WH Treg NA ] + τούτου RP; βίου NIV
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:20 ἐκεῖνοί WH Treg NIV ] οὗτοί RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:20 ἓν … ἓν … ἓν NIV ] ἐν … ἐν … ἐν WH Treg RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 αὐτοῖς Treg NIV RP ] + ὅτι WH
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 ἔρχεται ὁ λύχνος WH Treg NIV ] ὁ λύχνος ἔρχεται RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:21 τεθῇ WH Treg NIV ] ἐπιτεθῇ RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 κρυπτὸν WH Treg NIV ] τι κρυπτόν, ὃ RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 ἵνα WH NIV ] – Treg RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:22 ἔλθῃ εἰς φανερόν WH Treg NIV ] εἰς φανερὸν ἔλθῃ RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:24 ὑμῖν WH Treg NIV ] + τοῖς ἀκούουσιν RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:25 ἔχει WH Treg NIV ] ἂν ἔχῃ RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:25 WH NIV RP ] ὃς Treg
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:26 ὡς WH Treg NIV ] + ἐὰν RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:27 βλαστᾷ WH Treg NIV ] βλαστάνῃ RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:28 αὐτομάτη WH Treg NIV ] + γὰρ RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:28 εἶτα … εἶτα Treg NIV RP ] εἶτεν … εἶτεν WH
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:28 πλήρης σῖτον NIV ] πλήρη σῖτον WH RP; πλήρης σῖτος Treg
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:29 παραδοῖ WH Treg NIV ] παραδῷ RP
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:29 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:30 Πῶς WH Treg NIV ] Τίνι RP
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:30 τίνι WH Treg NIV ] ποίᾳ RP
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:30 αὐτὴν παραβολῇ θῶμεν WH Treg NIV ] παραβολῇ παραβάλωμεν αὐτήν RP
  50. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:31 κόκκῳ WH NIV ] κόκκον Treg RP
  51. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:31 μικρότερον ὂν WH Treg NIV ] μικρότερος RP
  52. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:31 σπερμάτων WH Treg NIV ] + ἐστὶν RP
  53. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:32 μεῖζον πάντων τῶν λαχάνων WH NIV ] μείζων πάντων τῶν λαχάνων Treg; πάντων τῶν λαχάνων μείζων RP
  54. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:34 ἰδίοις μαθηταῖς WH NIV ] μαθηταῖς αὐτοῦ Treg RP
  55. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:36 πλοῖα WH Treg NIV ] δὲ πλοιάρια RP
  56. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 μεγάλη ἀνέμου WH Treg NIV ] ἀνέμου μεγάλη RP
  57. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 καὶ τὰ WH Treg NIV ] τὰ δὲ RP
  58. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 ἤδη γεμίζεσθαι τὸ πλοῖον WH Treg NIV ] αὐτὸ ἤδη γεμίζεσθα RP
  59. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 αὐτὸς ἦν WH NIV ] ἦν αὐτὸς Treg RP
  60. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 ἐν WH Treg NIV ] ἐπὶ RP
  61. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 ἐγείρουσιν WH Treg NIV ] διεγείρουσιν RP
  62. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:40 οὔπω WH Treg NIV ] οὕτως Πῶς οὐκ RP
  63. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:41 ὑπακούει WH Treg NIV ] ὑπακούουσιν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes