A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 3SBL Greek New Testament (SBLGNT)

Καὶ εἰσῆλθεν πάλιν [a]εἰς συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα [b]κατηγορήσωσιν αὐτοῦ. καὶ λέγει τῷ ἀνθρώπῳ τῷ [c]τὴν χεῖρα ἔχοντι ξηράν· [d]Ἔγειρε εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν [e]ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν [f]χεῖρα· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ [g]αὐτοῦ. καὶ ἐξελθόντες οἱ Φαρισαῖοι [h]εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον [i]ἐδίδουν κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.

Καὶ ὁ Ἰησοῦς [j]μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας [k]ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας [l]καὶ πέραν τοῦ Ἰορδάνου [m]καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, [n]ἀκούοντες ὅσα [o]ἐποίει ἦλθον πρὸς αὐτόν. καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν· 10 πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας. 11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν [p]ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ [q]ἔκραζον [r]λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. 12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ [s]αὐτὸν φανερὸν [t]ποιήσωσιν.

13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. 14 καὶ ἐποίησεν [u]δώδεκα, ἵνα ὦσιν μετ’ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν 15 καὶ ἔχειν [v]ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια· 16 καὶ [w]ἐποίησεν τοὺς δώδεκα, καὶ ἐπέθηκεν [x]ὄνομα τῷ Σίμωνι Πέτρον, 17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς [y]ὀνόματα Βοανηργές, ὅ ἐστιν Υἱοὶ Βροντῆς), 18 καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν [z]Καναναῖον 19 καὶ Ἰούδαν [aa]Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν.

20 Καὶ [ab]ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν [ac]ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς [ad]μηδὲ ἄρτον φαγεῖν. 21 καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη. 22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; 24 καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· 25 καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ [ae]δυνήσεται [af]ἡ οἰκία ἐκείνη σταθῆναι· 26 καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ [ag]ἐμερίσθη, οὐ δύναται [ah]στῆναι ἀλλὰ τέλος ἔχει. 27 [ai]ἀλλ’ οὐδεὶς δύναται [aj]εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ [ak]διαρπάσει.

28 Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται [al]τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα καὶ [am]αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν· 29 ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου [an]ἁμαρτήματος. 30 ὅτι ἔλεγον· Πνεῦμα ἀκάθαρτον ἔχει.

31 [ao]Καὶ ἔρχονται [ap]ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω [aq]στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν [ar]καλοῦντες αὐτόν. 32 καὶ ἐκάθητο [as]περὶ αὐτὸν ὄχλος, [at]καὶ λέγουσιν αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί [au]σου ἔξω ζητοῦσίν σε. 33 καὶ [av]ἀποκριθεὶς αὐτοῖς λέγει· Τίς ἐστιν ἡ μήτηρ μου [aw]ἢ οἱ ἀδελφοί [ax]μου; 34 καὶ περιβλεψάμενος [ay]τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· 35 ὃς [az]γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ [ba]ἀδελφὴ καὶ μήτηρ ἐστίν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:1 εἰς WH ] + τὴν Treg NIV RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:2 κατηγορήσωσιν WH NIV RP ] κατηγορήσουσιν Treg
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:3 τὴν χεῖρα ἔχοντι ξηράν WH Treg ] τὴν ξηράν χεῖρα ἔχοντι NIV; ἐξηραμμένην ἔχοντι τὴν χεῖρα RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:3 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:4 ἀγαθοποιῆσαι WH Treg RP ] ἀγαθὸν ποιῆσαι NIV
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:5 χεῖρα NIV ] + σου WH Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:5 αὐτοῦ WH Treg NIV ] + ὑγιὴς ὡς ἡ ἄλλη RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:6 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:6 ἐδίδουν WH Treg NIV ] ἐποίουν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:7 μετὰ … αὐτοῦ ἀνεχώρησεν WH Treg NIV ] ἀνεχώρησεν μετὰ … αὐτοῦ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:7 ἠκολούθησεν WH Treg NIV ] ἠκολούθησαν αὐτῷ RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 *καὶ WH Treg RP NA ] + οἱ NIV
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 *καὶ WH Treg NIV ] + οἱ RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 ἀκούοντες WH Treg NIV ] ἀκούσαντες RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 ἐποίει NIV RP ] ποιεῖ WH Treg
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:11 ἐθεώρουν προσέπιπτον WH Treg NIV ] ἐθεώρει προσέπιπτεν RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:11 ἔκραζον WH Treg NIV ] ἔκραζεν RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:11 λέγοντα WH Treg RP ] λέγοντες NIV
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:12 αὐτὸν φανερὸν WH Treg NIV ] φανερὸν αὐτὸν RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:12 ποιήσωσιν WH NIV RP ] ποιῶσιν Treg
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:14 δώδεκα Treg RP ] + οὓς καὶ ἀποστόλους ὠνόμασεν WH NIV
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:15 ἐξουσίαν WH Treg NIV ] θεραπεύειν τὰς νόσους καὶ RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:16 ἐποίησεν τοὺς δώδεκα καὶ WH NIV ] – Treg RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:16 ὄνομα τῷ Σίμωνι WH Treg NIV ] τῷ Σίμωνι ὄνομα RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:17 ὀνόματα Treg NIV RP ] ὄνομα WH
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:18 Καναναῖον WH Treg NIV ] Κανανίτην RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:19 Ἰσκαριώθ WH Treg NIV ] Ἰσκαριώτην RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:20 ἔρχεται WH NIV RP ] ἔρχονται Treg
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:20 WH Treg NIV ] – RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:20 μηδὲ WH Treg NIV ] μήτε RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:25 δυνήσεται WH Treg NIV ] δύναται RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:25 ἡ οἰκία ἐκείνη σταθῆναι NIV ] ἡ οἰκία ἐκείνη στῆναι WH Treg; σταθῆναι ἡ οἰκία ἐκείνη RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:26 ἐμερίσθη WH NIV ] μεμέρισται Treg RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:26 στῆναι WH Treg NIV ] σταθῆναι RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:27 ἀλλ’ οὐδεὶς δύναται Treg ] ἀλλ᾽ οὐ δύναται οὐδεὶς WH NIV; οὐδεὶς δύναται RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:27 εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη WH Treg NIV ] τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:27 διαρπάσει WH Treg NIV ] διαρπάσῃ RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:28 τοῖς … ἀνθρώπων τὰ ἁμαρτήματα WH Treg NIV ] τὰ ἁμαρτήματα τοῖς … ἀνθρώπων RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:28 αἱ βλασφημίαι ὅσα ἐὰν WH Treg NIV ] βλασφημίαι ὅσας ἂν RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:29 ἁμαρτήματος WH Treg NIV ] κρίσεως RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 Καὶ ἔρχονται WH Treg ] Καὶ ἔρχεται NIV; Ἔρχονται οὖν RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ WH Treg NIV ] οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 στήκοντες WH Treg NIV ] ἑστῶτες RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 καλοῦντες WH Treg NIV ] φωνοῦντες RP
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 περὶ αὐτὸν ὄχλος WH Treg NIV ] ὄχλος περὶ αὐτόν RP
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 καὶ λέγουσιν WH Treg NIV ] εἶπον δὲ RP
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 σου WH Treg NIV ] + καὶ αἱ ἀδελφαί σου RP NA
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 ἀποκριθεὶς αὐτοῖς λέγει WH Treg NIV ] ἀπεκρίθη αὐτοῖς λέγων RP
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 RP ] καὶ WH Treg NIV
  50. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 μου Treg NIV RP ] – WH
  51. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:34 τοὺς περὶ αὐτὸν κύκλῳ WH Treg NIV ] κύκλῳ τοὺς περὶ αὐτὸν RP
  52. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:35 γὰρ Treg NIV RP ] – WH
  53. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:35 ἀδελφὴ WH Treg NIV ] + μου RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes