A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 21894 Scrivener New Testament (TR1894)

και παλιν εισηλθεν εις καπερναουμ δι ημερων και ηκουσθη οτι εις οικον εστιν

και ευθεως συνηχθησαν πολλοι ωστε μηκετι χωρειν μηδε τα προς την θυραν και ελαλει αυτοις τον λογον

και ερχονται προς αυτον παραλυτικον φεροντες αιρομενον υπο τεσσαρων

και μη δυναμενοι προσεγγισαι αυτω δια τον οχλον απεστεγασαν την στεγην οπου ην και εξορυξαντες χαλωσιν τον κραββατον εφ ω ο παραλυτικος κατεκειτο

ιδων δε ο ιησους την πιστιν αυτων λεγει τω παραλυτικω τεκνον αφεωνται σοι αι αμαρτιαι σου

ησαν δε τινες των γραμματεων εκει καθημενοι και διαλογιζομενοι εν ταις καρδιαις αυτων

τι ουτος ουτως λαλει βλασφημιας τις δυναται αφιεναι αμαρτιας ει μη εις ο θεος

και ευθεως επιγνους ο ιησους τω πνευματι αυτου οτι ουτως διαλογιζονται εν εαυτοις ειπεν αυτοις τι ταυτα διαλογιζεσθε εν ταις καρδιαις υμων

τι εστιν ευκοπωτερον ειπειν τω παραλυτικω αφεωνται σοι αι αμαρτιαι η ειπειν εγειραι και αρον σου τον κραββατον και περιπατει

10 ινα δε ειδητε οτι εξουσιαν εχει ο υιος του ανθρωπου αφιεναι επι της γης αμαρτιας λεγει τω παραλυτικω

11 σοι λεγω εγειραι και αρον τον κραββατον σου και υπαγε εις τον οικον σου

12 και ηγερθη ευθεως και αρας τον κραββατον εξηλθεν εναντιον παντων ωστε εξιστασθαι παντας και δοξαζειν τον θεον λεγοντας οτι ουδεποτε ουτως ειδομεν

13 και εξηλθεν παλιν παρα την θαλασσαν και πας ο οχλος ηρχετο προς αυτον και εδιδασκεν αυτους

14 και παραγων ειδεν λευιν τον του αλφαιου καθημενον επι το τελωνιον και λεγει αυτω ακολουθει μοι και αναστας ηκολουθησεν αυτω

15 και εγενετο εν τω κατακεισθαι αυτον εν τη οικια αυτου και πολλοι τελωναι και αμαρτωλοι συνανεκειντο τω ιησου και τοις μαθηταις αυτου ησαν γαρ πολλοι και ηκολουθησαν αυτω

16 και οι γραμματεις και οι φαρισαιοι ιδοντες αυτον εσθιοντα μετα των τελωνων και αμαρτωλων ελεγον τοις μαθηταις αυτου τι οτι μετα των τελωνων και αμαρτωλων εσθιει και πινει

17 και ακουσας ο ιησους λεγει αυτοις ου χρειαν εχουσιν οι ισχυοντες ιατρου αλλ οι κακως εχοντες ουκ ηλθον καλεσαι δικαιους αλλα αμαρτωλους εις μετανοιαν

18 και ησαν οι μαθηται ιωαννου και οι των φαρισαιων νηστευοντες και ερχονται και λεγουσιν αυτω διατι οι μαθηται ιωαννου και οι των φαρισαιων νηστευουσιν οι δε σοι μαθηται ου νηστευουσιν

19 και ειπεν αυτοις ο ιησους μη δυνανται οι υιοι του νυμφωνος εν ω ο νυμφιος μετ αυτων εστιν νηστευειν οσον χρονον μεθ εαυτων εχουσιν τον νυμφιον ου δυνανται νηστευειν

20 ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιος και τοτε νηστευσουσιν εν εκειναις ταις ημεραις

21 και ουδεις επιβλημα ρακους αγναφου επιρραπτει επι ιματιω παλαιω ει δε μη αιρει το πληρωμα αυτου το καινον του παλαιου και χειρον σχισμα γινεται

22 και ουδεις βαλλει οινον νεον εις ασκους παλαιους ει δε μη ρησσει ο οινος ο νεος τους ασκους και ο οινος εκχειται και οι ασκοι απολουνται αλλα οινον νεον εις ασκους καινους βλητεον

23 και εγενετο παραπορευεσθαι αυτον εν τοις σαββασιν δια των σποριμων και ηρξαντο οι μαθηται αυτου οδον ποιειν τιλλοντες τους σταχυας

24 και οι φαρισαιοι ελεγον αυτω ιδε τι ποιουσιν εν τοις σαββασιν ο ουκ εξεστιν

25 και αυτος ελεγεν αυτοις ουδεποτε ανεγνωτε τι εποιησεν δαβιδ οτε χρειαν εσχεν και επεινασεν αυτος και οι μετ αυτου

26 πως εισηλθεν εις τον οικον του θεου επι αβιαθαρ του αρχιερεως και τους αρτους της προθεσεως εφαγεν ους ουκ εξεστιν φαγειν ει μη τοις ιερευσιν και εδωκεν και τοις συν αυτω ουσιν

27 και ελεγεν αυτοις το σαββατον δια τον ανθρωπον εγενετο ουχ ο ανθρωπος δια το σαββατον

28 ωστε κυριος εστιν ο υιος του ανθρωπου και του σαββατου

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes