A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 2SBL Greek New Testament (SBLGNT)

Καὶ [a]εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι’ [b]ἡμερῶν ἠκούσθη ὅτι [c]ἐν οἴκῳ ἐστίν· [d]καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. καὶ ἔρχονται [e]φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων. καὶ μὴ δυνάμενοι [f]προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον [g]ὅπου ὁ παραλυτικὸς κατέκειτο. [h]καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, [i]ἀφίενταί σου αἱ [j]ἁμαρτίαι. ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· Τί οὗτος οὕτως λαλεῖ; [k]βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; καὶ [l]εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι [m]οὕτως διαλογίζονται ἐν ἑαυτοῖς [n]λέγει αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· [o]Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· [p]Ἔγειρε καὶ ἆρον [q]τὸν κράβαττόν σου καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου [r]ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— λέγει τῷ παραλυτικῷ· 11 Σοὶ λέγω, [s]ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ ἠγέρθη [t]καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν [u]ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι [v]Οὕτως οὐδέποτε εἴδομεν.

13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14 καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

15 Καὶ [w]γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ καὶ [x]ἠκολούθουν αὐτῷ. 16 καὶ οἱ γραμματεῖς [y]τῶν Φαρισαίων [z]ἰδόντες [aa]ὅτι ἐσθίει μετὰ τῶν [ab]ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· [ac]Ὅτι μετὰ τῶν [ad]τελωνῶν καὶ ἁμαρτωλῶν [ae]ἐσθίει; 17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς [af]ὅτι Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ [ag]ἁμαρτωλούς.

18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ [ah]Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ [ai]μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; 19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον [aj]ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν οὐ δύνανται νηστεύειν· 20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν [ak]ἐκείνῃ τῇ ἡμέρᾳ.

21 [al]Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ [am]ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα [an]ἀπ’ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, [ao]ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος [ap]ἀπόλλυται καὶ οἱ ἀσκοί. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς [aq]καινούς.

23 Καὶ ἐγένετο [ar]αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ [as]οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί [at]ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; 25 καὶ [au]λέγει αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; 26 [av]πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ [aw]τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; 27 καὶ ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο [ax]καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1 εἰσελθὼν WH Treg NIV ] εἰσῆλθεν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1 ἡμερῶν WH Treg NIV ] + καὶ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:1 ἐν οἴκῳ WH Treg NIV ] εἰς οἶκόν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:2 καὶ WH NIV ] + εὐθέως Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:3 φέροντες πρὸς αὐτὸν παραλυτικὸν WH NIV ] πρὸς αὐτὸν φέροντες παραλυτικὸν Treg; πρὸς αὐτὸν παραλυτικὸν φέροντες RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:4 προσενέγκαι WH NIV ] προσεγγίσαι Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:4 ὅπου WH Treg NIV ] ἐφ᾽ ᾧ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:5 καὶ ἰδὼν WH NIV ] ἰδὼν δὲ Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:5 ἀφίενταί σου WH Treg NIV ] ἀφέωνταί σοι RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:5 ἁμαρτίαι WH Treg NIV ] + σου RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:7 βλασφημεῖ WH Treg NIV ] βλασφημίας RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:8 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:8 οὕτως WH Treg NIV ] + αὐτοὶ RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:8 λέγει WH Treg NIV ] εἶπεν RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 Ἀφίενταί WH Treg NIV ] Ἀφέωνταί RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 Ἔγειρε NIV ] Ἐγείρου WH Treg; Ἔγειραι RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:9 τὸν κράβαττόν σου WH Treg NIV ] σου τὸν κράββατον RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:10 ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας Treg ] ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς WH NIV; ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:11 ἔγειρε WH Treg NIV ] ἔγειραι καὶ RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:12 καὶ εὐθὺς WH Treg NIV ] εὐθέως καὶ RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:12 ἔμπροσθεν WH NIV ] ἐναντίον Treg RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:12 Οὕτως οὐδέποτε WH Treg NIV ] Οὐδέποτε οὕτως RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:15 γίνεται WH NIV ] γίνεται ἐν τῷ Treg; ἐγένετο ἐν τῷ RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:15 ἠκολούθουν WH Treg NIV ] ἠκολούθησαν RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 τῶν Φαρισαίων WH Treg NIV ] καὶ οἱ Φαρισαῖοι RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ἰδόντες WH NIV RP ] καὶ ἰδόντες Treg
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ὅτι ἐσθίει WH NIV ] ὅτι ἤσθιεν Treg; αὐτὸν ἐσθίοντα RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ἁμαρτωλῶν καὶ τελωνῶν WH Treg NIV ] τελωνῶν καὶ ἁμαρτωλῶν RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 Ὅτι WH Treg NIV ] Τί ὅτι RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 τελωνῶν καὶ ἁμαρτωλῶν WH NIV RP ] ἁμαρτωλῶν καὶ τῶν τελωνῶν Treg
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 ἐσθίει WH NIV ] + καὶ πίνει Treg RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:17 ὅτι WH NIV ] – Treg RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:17 ἁμαρτωλούς WH Treg NIV ] + εἰς μετάνοιαν RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:18 Φαρισαῖοι WH Treg NIV ] τῶν Φαρισαίων RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:18 μαθηταὶ WH Treg NIV ] – RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:19 ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν WH Treg NIV ] μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:20 ἐκείνῃ τῇ ἡμέρᾳ WH Treg NIV ] ἐκείναις ταῖς ἡμέραις RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:21 Οὐδεὶς WH Treg NIV ] Καὶ οὐδεὶς RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:21 ἱμάτιον παλαιόν WH Treg NIV ] ἱματίῳ παλαιῷ RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:21 ἀπ’ WH NIV ] – Treg RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:22 ῥήξει ὁ οἶνος WH Treg NIV ] ῥήσσει ὁ οἶνος ὁ νέος RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:22 ἀπόλλυται καὶ οἱ ἀσκοί WH Treg NIV ] ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:22 καινούς WH NIV ] + βλητέον Treg RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:23 αὐτὸν … σάββασιν παραπορεύεσθαι NIV ] αὐτὸν … σάββασιν διαπορεύεσθαι WH Treg; παραπορεύεσθαι αὐτὸν … σάββασιν RP
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:23 οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο WH Treg NIV ] ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ RP
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:24 ποιοῦσιν WH Treg NIV ] + ἐν RP
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:25 λέγει WH Treg NIV ] αὐτὸς ἔλεγεν RP
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:26 πῶς WH Treg RP NA ] – NIV
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:26 τοὺς ἱερεῖς WH NIV ] τοῖς ἱερεῦσιν Treg RP
  50. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:27 καὶ WH Treg NIV ] – RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes