A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 151881 Westcott-Hort New Testament (WHNU)

15 και ευθυς πρωι συμβουλιον ποιησαντες οι αρχιερεις μετα των πρεσβυτερων και γραμματεων και ολον το συνεδριον δησαντες τον ιησουν απηνεγκαν και παρεδωκαν πιλατω

και επηρωτησεν αυτον ο πιλατος συ ει ο βασιλευς των ιουδαιων ο δε αποκριθεις αυτω λεγει συ λεγεις

και κατηγορουν αυτου οι αρχιερεις πολλα

ο δε πιλατος παλιν επηρωτα αυτον [λεγων] ουκ αποκρινη ουδεν ιδε ποσα σου κατηγορουσιν

ο δε ιησους ουκετι ουδεν απεκριθη ωστε θαυμαζειν τον πιλατον

κατα δε εορτην απελυεν αυτοις ενα δεσμιον ον παρητουντο

ην δε ο λεγομενος βαραββας μετα των στασιαστων δεδεμενος οιτινες εν τη στασει φονον πεποιηκεισαν

και αναβας ο οχλος ηρξατο αιτεισθαι καθως εποιει αυτοις

ο δε πιλατος απεκριθη αυτοις λεγων θελετε απολυσω υμιν τον βασιλεα των ιουδαιων

10 εγινωσκεν γαρ οτι δια φθονον παραδεδωκεισαν αυτον [οι αρχιερεις]

11 οι δε αρχιερεις ανεσεισαν τον οχλον ινα μαλλον τον βαραββαν απολυση αυτοις

12 ο δε πιλατος παλιν αποκριθεις ελεγεν αυτοις τι ουν ποιησω [ον] λεγετε τον βασιλεα των ιουδαιων

13 οι δε παλιν εκραξαν σταυρωσον αυτον

14 ο δε πιλατος ελεγεν αυτοις τι γαρ εποιησεν κακον οι δε περισσως εκραξαν σταυρωσον αυτον

15 ο δε πιλατος βουλομενος τω οχλω το ικανον ποιησαι απελυσεν αυτοις τον βαραββαν και παρεδωκεν τον ιησουν φραγελλωσας ινα σταυρωθη

16 οι δε στρατιωται απηγαγον αυτον εσω της αυλης ο εστιν πραιτωριον και συγκαλουσιν ολην την σπειραν

17 και ενδιδυσκουσιν αυτον πορφυραν και περιτιθεασιν αυτω πλεξαντες ακανθινον στεφανον

18 και ηρξαντο ασπαζεσθαι αυτον χαιρε βασιλευ των ιουδαιων

19 και ετυπτον αυτου την κεφαλην καλαμω και ενεπτυον αυτω και τιθεντες τα γονατα προσεκυνουν αυτω

20 και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον την πορφυραν και ενεδυσαν αυτον τα ιματια αυτου και εξαγουσιν αυτον ινα σταυρωσωσιν αυτον

21 και αγγαρευουσιν παραγοντα τινα σιμωνα κυρηναιον ερχομενον απ αγρου τον πατερα αλεξανδρου και ρουφου ινα αρη τον σταυρον αυτου

22 και φερουσιν αυτον επι τον γολγοθαν τοπον ο εστιν μεθερμηνευομενος κρανιου τοπος

23 και εδιδουν αυτω εσμυρνισμενον οινον ος δε ουκ ελαβεν

24 και σταυρουσιν αυτον και διαμεριζονται τα ιματια αυτου βαλλοντες κληρον επ αυτα τις τι αρη

25 ην δε ωρα τριτη και εσταυρωσαν αυτον

26 και ην η επιγραφη της αιτιας αυτου επιγεγραμμενη ο βασιλευς των ιουδαιων

27 και συν αυτω σταυρουσιν δυο ληστας ενα εκ δεξιων και ενα εξ ευωνυμων αυτου

28  29 και οι παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων και λεγοντες ουα ο καταλυων τον ναον και οικοδομων [εν] τρισιν ημεραις

30 σωσον σεαυτον καταβας απο του σταυρου

31 ομοιως και οι αρχιερεις εμπαιζοντες προς αλληλους μετα των γραμματεων ελεγον αλλους εσωσεν εαυτον ου δυναται σωσαι

32 ο χριστος ο βασιλευς ισραηλ καταβατω νυν απο του σταυρου ινα ιδωμεν και πιστευσωμεν και οι συνεσταυρωμενοι συν αυτω ωνειδιζον αυτον

33 και γενομενης ωρας εκτης σκοτος εγενετο εφ ολην την γην εως ωρας ενατης

34 και τη ενατη ωρα εβοησεν ο ιησους φωνη μεγαλη ελωι ελωι λαμα σαβαχθανι ο εστιν μεθερμηνευομενον ο θεος μου [ο θεος μου] εις τι εγκατελιπες με

35 και τινες των παρεστηκοτων ακουσαντες ελεγον ιδε ηλιαν φωνει

36 δραμων δε τις γεμισας σπογγον οξους περιθεις καλαμω εποτιζεν αυτον λεγων αφετε ιδωμεν ει ερχεται ηλιας καθελειν αυτον

37 ο δε ιησους αφεις φωνην μεγαλην εξεπνευσεν

38 και το καταπετασμα του ναου εσχισθη εις δυο απ ανωθεν εως κατω

39 ιδων δε ο κεντυριων ο παρεστηκως εξ εναντιας αυτου οτι ουτως εξεπνευσεν ειπεν αληθως ουτος ο ανθρωπος υιος θεου ην

40 ησαν δε και γυναικες απο μακροθεν θεωρουσαι εν αις και μαριαμ η μαγδαληνη και μαρια η ιακωβου του μικρου και ιωσητος μητηρ και σαλωμη

41 αι οτε ην εν τη γαλιλαια ηκολουθουν αυτω και διηκονουν αυτω και αλλαι πολλαι αι συναναβασαι αυτω εις ιεροσολυμα

42 και ηδη οψιας γενομενης επει ην παρασκευη ο εστιν προσαββατον

43 ελθων ιωσηφ απο αριμαθαιας ευσχημων βουλευτης ος και αυτος ην προσδεχομενος την βασιλειαν του θεου τολμησας εισηλθεν προς τον πιλατον και ητησατο το σωμα του ιησου

44 ο δε πιλατος εθαυμασεν ει ηδη τεθνηκεν και προσκαλεσαμενος τον κεντυριωνα επηρωτησεν αυτον ει ηδη απεθανεν

45 και γνους απο του κεντυριωνος εδωρησατο το πτωμα τω ιωσηφ

46 και αγορασας σινδονα καθελων αυτον ενειλησεν τη σινδονι και εθηκεν αυτον εν μνηματι ο ην λελατομημενον εκ πετρας και προσεκυλισεν λιθον επι την θυραν του μνημειου

47 η δε μαρια η μαγδαληνη και μαρια η ιωσητος εθεωρουν που τεθειται

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes