A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΡΚΟΝ 131550 Stephanus New Testament (TR1550)

13 και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εις των μαθητων αυτου διδασκαλε ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι

και ο ιησους αποκριθεις ειπεν αυτω βλεπεις ταυτας τας μεγαλας οικοδομας ου μη αφεθη λιθος επι λιθω ος ου μη καταλυθη

και καθημενου αυτου εις το ορος των ελαιων κατεναντι του ιερου επηρωτων αυτον κατ ιδιαν πετρος και ιακωβος και ιωαννης και ανδρεας

ειπε ημιν ποτε ταυτα εσται και τι το σημειον οταν μελλη παντα ταυτα συντελεισθαι

ο δε ιησους αποκριθεις αυτοις ηρξατο λεγειν βλεπετε μη τις υμας πλανηση

πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες οτι εγω ειμι και πολλους πλανησουσιν

οταν δε ακουσητε πολεμους και ακοας πολεμων μη θροεισθε δει γαρ γενεσθαι αλλ ουπω το τελος

εγερθησεται γαρ εθνος επι εθνος και βασιλεια επι βασιλειαν και εσονται σεισμοι κατα τοπους και εσονται λιμοι και ταραχαι αρχαι ωδινων ταυτα

βλεπετε δε υμεις εαυτους παραδωσουσιν γαρ υμας εις συνεδρια και εις συναγωγας δαρησεσθε και επι ηγεμονων και βασιλεων σταθησεσθε ενεκεν εμου εις μαρτυριον αυτοις

10 και εις παντα τα εθνη δει πρωτον κηρυχθηναι το ευαγγελιον

11 οταν δε αγαγωσιν υμας παραδιδοντες μη προμεριμνατε τι λαλησητε μηδε μελετατε αλλ ο εαν δοθη υμιν εν εκεινη τη ωρα τουτο λαλειτε ου γαρ εστε υμεις οι λαλουντες αλλα το πνευμα το αγιον

12 παραδωσει δε αδελφος αδελφον εις θανατον και πατηρ τεκνον και επαναστησονται τεκνα επι γονεις και θανατωσουσιν αυτους

13 και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινας εις τελος ουτος σωθησεται

14 οταν δε ιδητε το βδελυγμα της ερημωσεως το ρηθεν υπο δανιηλ του προφητου εστος οπου ου δει ο αναγινωσκων νοειτω τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη

15 ο δε επι του δωματος μη καταβατω εις την οικιαν μηδε εισελθετω αραι τι εκ της οικιας αυτου

16 και ο εις τον αγρον ων μη επιστρεψατω εις τα οπισω αραι το ιματιον αυτου

17 ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις

18 προσευχεσθε δε ινα μη γενηται η φυγη υμων χειμωνος

19 εσονται γαρ αι ημεραι εκειναι θλιψις οια ου γεγονεν τοιαυτη απ αρχης κτισεως ης εκτισεν ο θεος εως του νυν και ου μη γενηται

20 και ει μη κυριος εκολοβωσεν τας ημερας ουκ αν εσωθη πασα σαρξ αλλα δια τους εκλεκτους ους εξελεξατο εκολοβωσεν τας ημερας

21 και τοτε εαν τις υμιν ειπη ιδου ωδε ο χριστος η ιδου εκει μη πιστευσητε

22 εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια και τερατα προς το αποπλαναν ει δυνατον και τους εκλεκτους

23 υμεις δε βλεπετε ιδου προειρηκα υμιν παντα

24 αλλ εν εκειναις ταις ημεραις μετα την θλιψιν εκεινην ο ηλιος σκοτισθησεται και η σεληνη ου δωσει το φεγγος αυτης

25 και οι αστερες του ουρανου εσονται εκπιπτοντες και αι δυναμεις αι εν τοις ουρανοις σαλευθησονται

26 και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελαις μετα δυναμεως πολλης και δοξης

27 και τοτε αποστελει τους αγγελους αυτου και επισυναξει τους εκλεκτους αυτου εκ των τεσσαρων ανεμων απ ακρου γης εως ακρου ουρανου

28 απο δε της συκης μαθετε την παραβολην οταν αυτης ηδη ο κλαδος απαλος γενηται και εκφυη τα φυλλα γινωσκετε οτι εγγυς το θερος εστιν

29 ουτως και υμεις οταν ταυτα ιδητε γινομενα γινωσκετε οτι εγγυς εστιν επι θυραις

30 αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη μεχρις ου παντα ταυτα γενηται

31 ο ουρανος και η γη παρελευσονται οι δε λογοι μου ου μη παρελθωσιν

32 περι δε της ημερας εκεινης και της ωρας ουδεις οιδεν ουδε οι αγγελοι οι εν ουρανω ουδε ο υιος ει μη ο πατηρ

33 βλεπετε αγρυπνειτε και προσευχεσθε ουκ οιδατε γαρ ποτε ο καιρος εστιν

34 ως ανθρωπος αποδημος αφεις την οικιαν αυτου και δους τοις δουλοις αυτου την εξουσιαν και εκαστω το εργον αυτου και τω θυρωρω ενετειλατο ινα γρηγορη

35 γρηγορειτε ουν ουκ οιδατε γαρ ποτε ο κυριος της οικιας ερχεται οψε η μεσονυκτιου η αλεκτοροφωνιας η πρωι

36 μη ελθων εξαιφνης ευρη υμας καθευδοντας

37 α δε υμιν λεγω πασιν λεγω γρηγορειτε

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes